LXX The First Book of Esdras Poglavlje 6

The First Book of Esdras 6

LXX · Uporedi · Audio

1ν δὲ τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας ἐπροφήτευσεν Ἁγγαῖος καὶ Ζαχαρίας ὁ τοῦ Ἐδδεὶν οἱ προφῆται ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ, ἐπὶ τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραὴλ ἐπ᾽ αὐτούς. 2τότε στὰς Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ. καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ἤρξαντο οἰκοδομεῖν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλήμ, συνόντων τῶν προφητῶν τοῦ κυρίου βοηθούντων αὐτοῖς. 3ἐν αὐτῷ τῷ χρόνῳ παρῆν πρὸς αὐτοὺς Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι· καὶ εἶπεν αὐτοῖς 4Τίνος ὑμῖν συντάξαντος τὸν οἶκον τοῦτον οἰκοδομεῖτε καὶ τὴν στέγην ταύτην καὶ τἄλλα πάντα ἐπιτελεῖτε; καὶ τίνες εἰσὶν οἱ οἰκοδόμοι οἱ ταῦτα τελοῦντες; 5καὶ ἔσχοσαν χάριν ἐπισκοπῆς γενόμενοι ἐπὶ τὴν αἰχμαλωσίαν παρὰ τοῦ κυρίου οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, 6καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρις οὗ ἀποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι. 7Ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλαν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουρζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες Βασιλεῖ Δαρείῳ χαίρειν. 8πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ· ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἰερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινόν, διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς οἴκοις, 9καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα, καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν πάσῃ δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα. 10τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα ἐθεμελιοῦτε; 11ἐπερωτήσαμεν οὖν αὐτοὺς ἕνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους, καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων. 12οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἐσμὲν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. 13καὶ οἰκοδομεῖτο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ἰσραὴλ μεγάλου καὶ ἰσχυροῦ, καὶ ἐπετελέσθη. 14καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ἰσραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος, βασιλέως τῶν Χαλδαίων· 15τόν τε οἶκον καθελόντες ἐνεπύρισαν, καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα. 16ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον, 17καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσὸρ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἰερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ αὐτοῦ ναῷ, πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλωνίᾳ, καὶ παρεδόθη Ζοροβαβὲλ καὶ Σαβανασσάρῳ τῷ ἐπάρχῳ. 18καὶ ἐπετάγη αὐτῷ, καὶ ἀπήνεγκεν πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ἰερουσαλήμ, καὶ τὸν ναὸν τοῦ κυρίου οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου. 19τότε ὁ Σαναβάσσαρος παραγενόμενος εἰσεβάλλετο τοὺς θεμελίους τοῦ οἴκου Κυρίου τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἀπ᾽ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν. 20νῦν οὖν κρίνεται, βασιλεῦ· ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι, 21καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ κυρίου τοῦ ἐν Ἰερουσαλήμ, καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν, προσφωνησάτω ἡμῖν περὶ τούτων. 22Τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι, καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδείᾳ χώρᾳ τόπος ἐν ᾧ ὑπομνημάτιστο τάδε 23Ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ἰερουσαλὴμ οἰκοδομῆσαι, ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς, 24οὗ τὸ ὕψος πήχεων ἑξήκοντα, πλάτος πήχεων ἑξήκοντα, διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός, καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως. 25καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου Κυρίου τά τε χρυσᾶ καὶ ἀργυρᾶ, ἃ ἐξήνεγκεν Ναβουχοδονοσὸρ ἐκ τοῦ οἴκου τοῦ ἐν Ἰερουσαλήμ, ἀπήνεγκεν εἰς Βαβυλῶνα, ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ἰερουσαλὴμ οὗ ἦν κείμενα, ὅπως τεθῇ ἐκεῖ. 26προσέταξεν δὲ ἐπιμεληθῆναι Σισίννῃ ἐπάρχῳ Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνῃ καὶ τοῖς συνεταίροις καὶ τοῖς ἀποτεταγμένοις ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόσιν ἀπέχεσθαι τοῦ τόπου, ἐᾶσαι δὲ τὸν παῖδα Κυρίου Ζοροβαβέλ, ὕπαρχον δὲ τῆς Ἰουδαίας, καὶ τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων τὸν οἶκον τοῦ κυρίου ἐκεῖνον οἰκοδομεῖν ἐπὶ τοῦ τόπου. 27κἀγὼ δὲ ἐπέταξα ὁλοσχερῶς οἰκοδομῆσαι, καὶ ἀτενίσαι ἵνα συνποιῶσιν τοῖς ἐκ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας μέχρι τοῦ ἐπιτελεσθῆναι τὸν οἶκον τοῦ κυρίου· 28καὶ ἀπὸ τῆς φορολογίας κοίλης Συρίας καὶ Φοινίκης ἐπιμελῶς σύνταξιν δίδοσθαι τούτοις τοῖς ἀνθρώποις εἰς θυσίαν τῷ κυρίῳ, Ζοροβαβὲλ ἐράρχῳ, εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας, 29ὁμοίως δὲ καὶ πυρὸν καὶ ἅλα καὶ οἶνον καὶ ἔλαιον ἐνδελεχῶς κατ᾽ ἐνιαυτόν, καθὼς ἄν οἱ ἱερεῖς οἱ ἐν Ἰερουσαλὴμ ὑπαγορεύσωσιν ἀναλίσκεσθαι καθ᾽ ἡμέραν ἀναμφισβητήτως, 30ὅπως προσφέρωνται σπονδαὶ τῷ θεῷ τῷ ὑψίστῳ ὑπέρ τοῦ βασιλέως καὶ τῶν παίδων, καὶ προσεύχωνται περὶ τῆς αὐτῶν ζωῆς· 31καὶ προστάξαι ἵνα ὅσοι ἐὰν παραβῶσίν τι τῶν γεγραμμένων καὶ ἀκυρώσωσιν, λημφθῆναι ξύλον ἐκ τῶν ἰδίων αὐτοῦ καὶ ἐπ᾽ αὐτοῦ κρεμασθῆναι, καὶ τὰ ὑπάρχοντα αὐτοῦ εἶναι βασιλικά. 32διὰ ταῦτα καὶ ὁ κύριος, οὗ τὸ ὄνομα αὐτοῦ ἐπικέκληται ἐκεῖ, ἀφανίσαι πάντα βασιλέα καὶ ἔθνος ὃς ἐκτενεῖ χεῖρα αὐτοῦ κωλῦσαι ἢ κακοποιῆσαι τὸν οἶκον Κυρίου ἐκεῖνον τὸν ἐν Ἰερουσαλήμ. 33ἐγὼ βασιλεὺς Δαρεῖος δεδογμάτικα ἐπιμελῶς κατὰ ταῦτα γίγνεσθαι.