The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 18

1 ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ· 2Κύριος μόνος δικαιωθήσεται. 4οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ· καὶ τίς ἐξιχνιάσει τὰ μεγαλεῖα αὐτοῦ; 5κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ; 6οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου· 7ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται. 8τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ; 9ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν· 10ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος. 11διὰ τοῦτο ἐμακροθύμησεν Κύριος ἐπ᾽ αὐτοῖς, καὶ ἐξέχεεν ἐπ᾽ αὐτοὺς τὸ ἔλεος αὐτοῦ· 12ἴδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά, διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ. 13ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. 14τοὺς ἐκδεχομένους παιδείαν ἐλεᾷ, καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. 15Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον, καὶ ἐν πάσῃ δόσει λύπην λόγων. 16οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρείσσων λόγος ἢ δόσις, 17οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ· 18μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. 19πρὶν ἢ λαλῆσαι μάνθανε, καὶ πρὸ ἀρρωστείας θεραπεύου· 20πρὸ κρίσεως ἐξέταζε σεαυτόν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν· 21πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι, καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν. 22μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι· 23πρὶν εὔξασθαι ἑτοίμασον σεαυτόν, καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον. 24μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς, καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. 25μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου. 26ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι Κυρίου. 27ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται, καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελίας. 28πᾶς συνετὸς ἔγνω σοφίαν, καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν. 29συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο, καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς. 30Ἐγκράτεια ψυχῆς. Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου· 31ἐὰν χορηγήσεις τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας, ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου. 32μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ, μὴ προσδεθῇς συμβολῇ αὐτῆς· 33μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανισμοῦ, καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.

Дневной лимит достигнут

Обновите свой тариф, чтобы продолжить использовать функции ИИ с более высокими дневными лимитами.

Сравнить все тарифы →