LXX The Second Book of the Maccabees Глава 9

The Second Book of the Maccabees 9

1Περὶ δὲ τὸν καιρὸν ἐκεῖνον ἐτύγχανεν Ἀντίοχος ἀναλελυκὼς ἀκόσμως ἐκ τῶν περὶ τὴν Περσίδα τόπων. 2εἰσεληλύθει γὰρ εἰς τὴν λεγομένην Περσέπολιν, καὶ ἐπεχείρησεν ἱεροσυλεῖν καὶ τὴν πόλιν συνέχειν· διὸ δὴ τῶν πληθῶν ὁρμησάντων, ἐπὶ τὴν τῶν ὅπλων βοήθειαν ἐτράπησαν· καὶ συνέβη τροπωθέντα τὸν Ἀντίοχον ὑπὸ τῶν ἐγχωρίων ἀσχήμονα τὴν ἀναζυγὴν ποιήσασθαι. 3ὄντι δὲ αὐτῷ κατ᾽ Ἐκβάτανα προσέπεσεν τὰ κατὰ Νικάνορα καὶ τοὺς περὶ Τιμόθεον γεγονότα. 4ἐπαρθεὶς δὲ τῷ θυμῷ ᾤετο καὶ τῶν πεφυγαδευκότων αὐτὸν κακίαν εἰς τοὺς Ἰουδαίους ἐναπερείσασθαι· διὸ συνέταξεν τὸν ἁρματηλάτην ἀδιαλείπτως ἐλαύνοντα καταλύειν τὴν πορίαν, τῆς ἐξ οὐρανοῦ δὴ κρίσεως συνούσης αὐτῷ· οὕτως γὰρ ὑπερηφάνως εἶπεν Πολυάνδριον Ἰουδαίων Ἰεροσόλυμα ποιήσω, παραγενόμενος ἐκεῖ. 5ὁ δὲ παντεπόπτης κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ ἐπάταξεν αὐτὸν ἀνιάτῳ καὶ ἀοράτῳ πληγῇ· ἄρτι δὲ αὐτοῦ καταλήξαντος τὸν λόγον, ἔλαβεν αὐτὸν ἀνήκεστος τῶν σπλάγχνων ἀλγηδὼν καὶ πικραὶ τῶν ἔνδον βάσανοι, 6πάνυ δικαίως, τὸν πολλαῖς καὶ ξενιζούσαις συμφοραῖς ἑτέρων σπλάγχνα βασανίσαντα. 7ὁ δ᾽ οὐδαμῶς τῆς ἀγερωχίας ἔληγεν, ἔτι δὲ καὶ τῆς ὑπερηφανίας ἐπεπλήρωτο, πῦρ πνέων τοῖς θυμοῖς ἐπὶ τοὺς Ἰουδαίους, καὶ κελεύων ἐποξύνειν τὴν πορίαν· συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος φερομένου ῥοίζῳ, καὶ δυσχερεῖ πτώματι περιπεσόντα πάντα τὰ μέλη τοῦ σώματος ἀποστρεβλοῦσθαι. 8ὁ δ᾽ ἀντιδοκῶν τοῖς τῆς θαλάσσης κύμασιν διὰ τὴν ὑπὲρ ἀνθρώπων ὑπερηφανίαν, καὶ πλάστιγγι τῶν ὀρέων οἰόμενος ὕψη στήσειν, κατὰ γῆν γενόμενος ἐν φορίῳ παρεκομίζετο, φανερὰν τοῦ θεοῦ πᾶσιν τὴν δύναμιν ἐνδεικνύμενος· 9ὥστε καὶ ἐκ τοῦ σώματος τοῦ δυσσεβοῦς σκώληκας ἀναζεῖν, καὶ ζῶντος ἐν ὀδύναις καὶ ἀλγηδόσιν τὰς σάρκας αὐτοῦ διαπίπτειν, ὑπὸ δὲ τῆς ὀσμῆς αὐτοῦ πᾶν τὸ στρατόπεδον βαρύνεσθαι τὴν σαπρίαν. 10καὶ τὸν μικρῷ πρότερον τῶν οὐρανίων ἄστρων ἅπτεσθαι δοκοῦντα, παρακομίζειν οὐδεὶς ἐδύνατο, διά τό τῆς ὀσμῆς ἀφόρητον βάρος. 11ἐνταῦθα οὖν ἤρξατο τὸ πολὺ τῆς ὑπερηφανίας λήγειν τεθραυσμένος, καὶ εἰς ἐπίγνωσιν ἔρχεσθαι θείᾳ μάστιγι, κατὰ στιγμὴν ἐπιτεινόμενος ταῖς ἀλγηδόσιν. 12καὶ μηδὲ τῆς ὀσμῆς αὑτοῦ ἀνέχεσθαι δυνάμενος, ταῦτ᾽ ἔφη Δίκαιον ὑποτάσσεσθαι τῷ θεῷ, καὶ μὴ θνητὸν ὄντα ὑπερήφανα φρονεῖν. 13ηὔχετο δὲ ὁ μιερὸς πρὸς τὸν οὐκέτι αὐτὸν ἐλεήσοντα δεσπότην, οὕτως λέγων· 14τὴν μὲν ἁγίαν πόλιν, ἣν σπεύδων παρεγίνετο ἰσόπεδον ποιῆσαι καὶ πολυάνδριον οἰκοδομῆσαι, ἐλευθέραν ἀναδεῖξαι· 15τοὺς δὲ Ἰουδαίους, ὡς διεγνώκει μηδὲ ταφῆς ἀξιῶσαι, οἰωνοβρώτους σὺν τοῖς νηπίοις ἐκτρίψαι θηρίοις, πάντας αὐτοὺς ἴσους Ἀθηναίοις ποιήσειν· 16ὃν δὲ πρότερον ἐσκύλευσεν ἅγιον νεὼ καλλίστοις ἀναθήμασιν κοσμήσειν, καὶ τὰ ἱερὰ σκεύη πολυπλάσια πάντα ἀποδώσειν, τὰς δὲ ἐπιβαλλούσας πρὸς τὰς θυσίας συντάξεις ἐκ τῶν ἰδίων προσόδων χορηγήσειν· 17πρὸς δὲ τούτοις καὶ Ἰουδαῖος ἔσεσθαι, καὶ πάντα τόπον οἰκητὸν ἐπελεύσεσθαι καταγγέλλοντα τὸ τοῦ θεοῦ κράτος. 18οὐδαμῶς δὲ ληγόντων τῶν πόνων, ἐπεληλύθει γὰρ ἐπ᾽ αὐτὸν δικαία ἡ τοῦ θεοῦ κρίσις, τὰ κατ᾽ αὐτὸν ἀπελπίσας ἔγραψεν πρὸς τοὺς Ἰουδαίους τὴν ὑπογεγραμμένην ἐπιστολήν, ἔχουσαν ἱκετηρίας τάξιν, περιέχουσαν δὲ οὕτως 19Τοῖς χρηστοῖς Ἰουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς Ἀντίοχος καὶ στρατηγός· 20ἔρρωσθε, καὶ τὰ τέκνα· καὶ τὰ ἴδια κατὰ γνώμην ἔσται ὑμῖν. εἰς οὐρανὸν τὴν ἐλπίδα ἔχων, 21ὑμῶν τὴν τιμὴν καὶ τὴν εὔνοιαν ἐμνημόνευον φιλοστόργως· ἐπαναγαγὼν ἐκ τῶν κατὰ τὴν Περσίδα τόπων, καὶ περιπεσὼν ἀσθενείᾳ δυσχερίαν ἐχούσῃ, ἀναγκαῖον ἡγησάμην φροντίσαι τῆς κοινῆς πάντων ὑμῶν ἀσφαλείας· 22οὐκ ἀπογινώσκων τὰ κατ᾽ ἐμαυτόν, ἀλλὰ ἔχων πολλὴν ἐλπίδα ἐκφεύξεσθαι τὴν ἀσθένειαν. 23θεωρῶν δὲ ὅτι καὶ ὁ πατήρ, καθ᾽ οὓς καιροὺς εἰς τοὺς ἄνω τόπους ἐστρατοπέδευσεν, ἀνέδειξεν τὸν διαδεξάμενον, 24ὅπως ἐάν τι παράδοξον ἀποβαίη καὶ προσαπέλθῃ τι δυσχερές, εἰδότες οἱ κατὰ τὴν χώραν ᾧ καταλέλειπται τὰ πράγματα, μὴ ἐπιταράσσωνται· 25πρὸς δὲ τούτοις κατανοῶν τοὺς παρακειμένους δυνάστας καὶ γειτνιῶντας τῆς βασιλείας τοῖς καιροῖς ἐπέχοντας καὶ προσδοκῶντας τὸ ἀποβησόμενον, ἀναδέδειχα τὸν υἱὸν Ἀντίοχον βασιλέα, ὃν πολλάκις ἀνατρέχων εἰς τὰς ἐπάνω σατραπείας τοῖς πλείστοις ὑμῶν παρεκατετιθέμην καὶ συνίστων· γέγραφα δὲ πρὸς αὐτὸν τὰ ὑπογεγραμμένα. 26παρακαλῶ οὖν ὑμᾶς καὶ ἀξιῶ, μεμνημένους τῶν εὐεργεσιῶν κοινῇ καὶ κατ᾽ ἰδίαν, ἕκαστον συντηρεῖν τὴν οὖσαν εὔνοιαν εἰς ἐμὲ καὶ τὸν υἱόν· 27πέπεισμαι γὰρ αὐτὸν ἐπιεικῶς καὶ φιλανθρώπως συνσταθέντα τῇ ἐμῇ προαιρέσει συνπεριενεχθήσεσθαι ὑμῖν. 28Ὁ μὲν οὖν ἀνδροφόνος καὶ βλάσφημος τὰ χείριστα παθών, ὡς ἑτέρους διέθηκεν, ἐπὶ ξένης ἐν τοῖς ὄρεσιν οἰκτίστῳ μόρῳ κατέστρεψεν τὸν βίον. 29παρεκομίζετο δὲ τὸ σῶμα Φίλιππος ὁ σύντροφος αὐτοῦ· ὃς καὶ εὐλαβηθεὶς τὸν υἱὸν Ἀντιόχου πρὸς Πτολεμαῖον τὸν Φιλομήτορα εἰς Αἴγυπτον διεκομίσθη.

Дневной лимит достигнут

Обновите свой тариф, чтобы продолжить использовать функции ИИ с более высокими дневными лимитами.

Сравнить все тарифы →