Psalm 45
1Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε, ὑπὲρ τῶν κρυφίων ψαλμός. 2Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 3διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 4ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα. 5τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 6ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ. 7ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. 8Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. διάψαλμα. 9δεῦτε, ἴδετε τὰ ἔργα Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς· 10ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συνκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. 11σχολάσατε, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ· 12Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.