LXX 4 Maccabees Capitolul 4

4 Maccabees 4

LXX · Comparați · Audio

1Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτευόμενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου, καλὸν καὶ ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ τοῦ ἔθνους οὐκ ἴσχυσεν κακῶσαι, φυγὰς ᾤχετο, τὴν πατρίδα προδώσων. 2ὅθεν ἥκων πρὸς Ἀπολλώνιον, τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγόν, ἔλεγεν 3Εὔνους ὢν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω, μηνύων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ἰεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι τῷ ἱερῷ μὴ ἐπικοινωνούσας, ἀλλὰ προσήκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ. 4τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος, τὸν μὲν Σίμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυε τὸν τῶν χρημάτων θησαυρόν· 5καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν, ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σίμωνος καὶ βαρυτάτου στρατοῦ 6προσελθών, ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν, ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα. 7καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάσαντος ἀντιλέγοντός τε, πάνδεινον εἶναι νομίσαντες εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τῷ ἱερῷ θησαυρῷ στερηθήσονται, ὡς οἷόν τε ἦν ἐκώλυον. 8μετὰ ἀπειλῆς δὲ ὁ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν. 9τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν θεὸν ὑπερασπίσαι τοῦ καταφρονουμένου τόπου, 10ἀνιόντος τε μετὰ καθωπλισμένης στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγήν, οὐρανόθεν προυφάνησαν ἔφιπποι ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις, καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιόντες. 11καταπεσών γε τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον, τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Ἐβραίους παρεκάλει ὅπως περὶ αὐτοῦ εὐξόμενοι, τὸν ἐπουράνιον ἐξευμενίσωνται στρατόν. 12ἔλεγεν γὰρ ἡμαρτηκώς, ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν, πᾶσίν τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα. 13τούτοις ἐπαχθεὶς τοῖς λόγοις Ὀνίας ὁ ἀρχιερεύς, καίπερ ἄλλως εὐλαβηθεὶς μή ποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρῆσθαι τὸν Ἀπολλώνιον, ηὔξατο περὶ αὐτοῦ. 14καὶ ὁ μὲν παραδόξως διασωθεὶς ᾤχετο, δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ. 15Τελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως, διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος Ἐπιφανής, ἀνὴρ ὑπερήφανος, δεινός· 16ὃς καταλύσας τὸν Ὀνίαν τῆς ἀρχιερωσύνης Ἰάσονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα, 17συνθέμενον δώσειν, εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχήν, κατ᾽ ἐνιαυτὸν τρισχίλια ἑξακόσια ἑξήκοντα τάλαντα. 18ὁ δὲ ἐπέτρεψεν αὐτῷ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι. 19ὃς καὶ ἐξεζήτησεν τὸ ἔθνος, καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν· 20ὥστε μὴ μόνον ἐπ᾽ αὐτῇ τῇ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι, ἀλλὰ καὶ καταλῦσαι τὴν τοῦ ἱεροῦ κηδεμονίαν. 21ἐφ᾽ οἷς ἀγανακτήσασα ἡ θεία δίκη αὐτόν τοι τὸν Ἀντίοχον ἐπολέμησεν. 22ἐπειδὴ γὰρ πολεμῶν ἦν κατ᾽ Αἴγυπτον Πτολεμαίῳ, ἤκουσέν τε ὅτι φήμης διαδοθείσης περὶ τοῦ τεθνάναι αὐτόν, ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἰεροσολυμεῖται, ταχέως ἐπ᾽ αὐτοὺς ἀνέζευξεν. 23καὶ ὡς ἐπόρθησεν αὐτούς, δόγμα ἔθετο ὅπως εἴ τινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ, θάνοιεν. 24καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὔνοιαν, ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας, 25ὥστε καὶ γυναῖκας, ὅτι περιέτεμον τὰ παιδία, μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι, προειδυίας ὅτι τοῦτο πείσονται· 26ἐπεὶ οὖν τὰ δόγματα αὐτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ, αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον τοῦ ἔθνους ἠνάγκαζεν, μιερῶν ἀπογευομένους τροφῶν, ἐξόμνυσθαι τὸν Ἰουδαισμόν.

Limită Zilnică Atinsă

Upgrade-ază-ți planul pentru a continua să utilizezi funcțiile IA cu limite zilnice mai mari.

Compară toate planurile →