Jeremias 46
1Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἐνάτῳ τοῦ Σεδεκία βασιλέως Ἰούδα παρεγένετο Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ ἐπολιόρκουν αὐτήν. 2καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τοῦ Σεδεκία ἐν τῷ μηνὶ τῷ τετάρτῳ ἐνάτῃ τοῦ μηνὸς ἐρράγη ἡ πόλις, 3καὶ εἰσῆλθον πάντες οἱ ἡγούμενοι βασιλέως Βαβυλῶνος, καὶ ἐκάθισαν ἐν πύλῃ τῇ μέσῃ, Μαργανασὰρ καὶ Σαμαγὼθ καὶ Ναβουσαχὰρ καὶ Ναβουσαρείς, Ναγαργασνασέρ, Ῥαβαμάθ, καὶ οἱ κατάλοιποι ἡγεμόνες βασιλέως Βαβυλῶνος. 14καὶ ἀπέστειλαν καὶ ἔλαβον τὸν Ἰερεμίαν ἐξ αὐλῆς τῆς φυλακῆς, καὶ ἔδωκαν αὐτὸν πρὸς τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱοῦ Σαφάν, καὶ ἐξήγαγον αὐτόν, καὶ ἐκάθισεν ἐν μέσῳ τοῦ λαοῦ. 15καὶ πρὸς Ἰερεμίαν ἐγένετο λόγος Κυρίου ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων 16Πορεύου καὶ εἰπὸν πρὸς Ἀβδεμέλεχ τὸν Αἰθίοπα Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Ἰδοὺ ἐγὼ φέρω τοὺς λόγους μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ καὶ οὐκ εἰς ἀγαθά, 17καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας τῶν ἀνθρώπων ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν. 18ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πέσῃς· καὶ ἔσται ἡ ψυχή σου εἰς εὕρεμα, ὅτι ἐπεποίθεις ἐπ᾽ ἐμοί, φησὶν Κύριος.