Judite 12
1Καὶ ἐκέλευσεν εἰσαγαγεῖν αὐτὴν οὗ ἐτίθετο τὰ ἀργυρώματα αὐτοῦ, καὶ συνέταξεν καταστρῶσαι αὐτῇ ἀπὸ τῶν ὀψοποιημάτων αὐτοῦ καὶ τοῦ οἴνου αὐτοῦ πίνειν. 2καὶ εἶπεν Ἰουδείθ Οὐ φάγομαι ἐξ αὐτῶν, ἵνα μὴ γένηται σκάνδαλον, ἀλλ᾽ ἐκ τῶν ἠκολουθηκότων μοι χορηγηθήσεται. 3καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Ἐὰν δὲ ἐκλίπῃ τὰ μετὰ σοῦ ὄντα, πόθεν ἐξοίσομέν σοι δοῦναι ὅμοια αὐτοῖς; οὐ γάρ ἐστιν μεθ᾽ ἡμῶν ἐκ τοῦ ἔθνους σου. 4καὶ εἶπεν Ἰουδεὶθ πρὸς αὐτόν Ζῇ ἡ ψυχή σου, κύριέ μου, ὅτι οὐ δαπανήσει ἡ δούλη σου τὰ ὄντα μετ᾽ ἐμοῦ ἕως ἂν ποιήσῃ ἐν χειρί μου ἃ ἐβουλεύσατο. 5καὶ ἠγάγοσαν αὐτὴν οἱ θεράποντες Ὀλοφέρνου εἰς τὴν σκηνήν, καὶ ὕπνωσεν μέχρι μεσούσης τῆς νυκτός· καὶ ἀνέστη πρὸς τὴν ἑωθινὴν φυλακήν, 6καὶ ἀπέστειλεν πρὸς Ὀλοφέρνην λέγουσα Ἐπιταξάτω δὴ ὁ κύριός μου ἐᾶσαι τὴν δούλην σου ἐπὶ προσευχὴν ἐξελθεῖν. 7καὶ προσέταξεν Ὀλοφέρνης τοῖς σωματοφύλαξιν μὴ διακωλύειν αὐτήν. καὶ παρέμεινεν ἐν τῇ παρεμβολῇ ἡμέρας τρεῖς· καὶ ἐξεπορεύετο κατὰ νύκτα εἰς τὴν φάραγγα Βαιτυλουά, καὶ ἐβαπτίζετο ἐν τῇ παρεμβολῇ ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος. 8καὶ ὡς ἀνέβη, ἐδέετο τοῦ κυρίου θεοῦ Ἰσραὴλ κατευθῦναι τὴν ὁδὸν αὐτῆς εἰς ἀνάστημα τῶν υἱῶν τοῦ λαοῦ αὐτοῦ. 9καὶ εἰσπορευομένη καθαρὰ παρέμενεν τῇ σκηνῇ, μέχρι οὗ προσηνέγκατο τὴν τροφὴν αὐτῆς πρὸς ἑσπέραν. 10Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐποίησεν Ὀλοφέρνης πότον τοῖς δούλοις αὐτοῦ μόνοις, καὶ οὐκ ἐκάλεσεν εἰς τὴν χρῆσιν οὐδένα τῶν πρὸς ταῖς χρείαις. 11καὶ εἶπεν Βαγώᾳ τῷ εὐνούχῳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ Πεῖσον δὴ πορευθεὶς τὴν γυναῖκα τὴν Ἐβραίαν ἥ ἐστιν παρὰ σοὶ τοῦ ἐλθεῖν πρὸς ἡμᾶς καὶ φαγεῖν καὶ πιεῖν μεθ᾽ ἡμῶν. 12ἰδοὺ γὰρ αἰσχρὸν τῷ προσώπῳ ἡμῶν εἰ γυναῖκα τοιαύτην παρήσομεν οὐχ ὁμιλήσαντες αὐτῇ· ὅτι ἐὰν ταύτην μὴ ἐπισπασώμεθα, καταγελάσεται ἡμῶν. 13καὶ ἐξῆλθεν Βαγώας ἀπὸ προσώπου Ὀλοφέρνου, καὶ εἰσῆλθεν πρὸς αὐτὴν καὶ εἶπεν Μὴ ὀκνησάτω δὴ ἡ παιδίσκη ἡ καλὴ αὕτη ἐλθοῦσα πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ᾽ ἡμῶν εἰς εὐφροσύνην οἶνον, καὶ γενηθῆναι ἐν τῇ ἡμέρᾳ ταύτῃ ὡς θυγάτηρ μία τῶν υἱῶν Ἀσσοὺρ αἳ παρεστήκασιν ἐν οἴκῳ Ναβουχοδονοσόρ. 14καὶ εἶπεν πρὸς αὐτὸν Ἰουδείθ Καὶ τίς εἰμι ἐγὼ ἀντεροῦσα τῷ κυρίῳ μου; ὅτι πᾶν ὃ ἔσται ἐν τοῖς ὀφθαλμοῖς αὐτοῦ ἀρεστὸν σπεύσασα ποιήσω, καὶ ἔσται τοῦτό μοι ἀγαλλίαμα ἕως ἡμέρας θανάτου μου. 15καὶ διαναστᾶσα ἐκοσμήθη τῷ ἱματισμῷ καὶ παντὶ τῷ κόσμῳ τῷ γυναικείῳ· καὶ προῆλθεν ἡ δούλη αὐτῆς καὶ ἔστρωσεν αὐτῇ κατέναντι Ὀλοφέρνου χαμαὶ τὰ κώδια, ἃ ἔλαβεν παρὰ Βαγώου εἰς τὴν καθημερινὴν δίαιταν αὐτῆς εἰς τὸ ἐσθίειν κατακλινομένην ἐπ᾽ αὐτῶν. 16καὶ εἰσελθοῦσα ἀνέπεσεν Ἰουδείθ, καὶ ἐξέστη ἡ καρδία Ὀλοφέρνου ἐπ᾽ αὐτήν, ἐσαλεύθη ἡ ψυχὴ αὐτοῦ· καὶ ἦν κατεπίθυμος σφόδρα τοῦ συγγενέσθαι μετ᾽ αὐτῆς, καὶ ἐτήρει καιρὸν τοῦ ἀπατῆσαι αὐτὴν ἀφ᾽ ἧς ἡμέρας εἶδεν αὐτήν. 17καὶ εἶπεν πρὸς αὐτὴν Ὀλοφέρνης Πίε δὴ καὶ γενήθητι μεθ᾽ ἡμῶν εἰς εὐφροσύνην. 18καὶ εἶπεν Ἰουδείθ Πίομαι δή, κύριε, ὅτι ἐμεγαλύνθη τὸ ζῇν μου ἐν ἐμοὶ σήμερον παρὰ πάσας τὰς ἡμέρας τῆς γενέσεώς μου. 19καὶ λαβοῦσα ἔφαγεν καὶ ἔπιεν κατέναντι αὐτοῦ ἃ ἡτοίμασεν ἡ δούλη αὐτῆς. 20καὶ ηὐφράνθη Ὀλοφέρνης ἀπ᾽ αὐτῆς, καὶ ἔπιεν οἶνον πολὺν σφόδρα ὅσον οὐκ ἔπιεν πώποτε ἐν ἡμέρᾳ μιᾷ ἀφ᾽ οὗ ἐγεννήθη.