LXX 4 Macabeus Capítulo 3

4 Macabeus 3

LXX · Comparar · Áudio

1στι δὲ κομιδῇ γελοῖος ὁ λογισμός· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν. 2οἷον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι. 3θυμόν τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι. 4κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι. 5οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλὰ ἀνταγωνιστής. 6ἔστιν γοῦν τοῦτο διὰ τῆς Δαυεὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι. 7ἐπεὶ γὰρ δι᾽ ὅλης ἡμέρας προσβάλλων τοῖς ἀλλοφύλοις ὁ Δαυεὶδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν, 8τότε δὴ γενομένης ἑσπέρας, ἱδρῶν καὶ σφόδρα κεκμηκώς, ἐπὶ τὴν βασίλειον σκηνὴν ἦλθεν, περὶ ἣν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει. 9οἱ μὲν οὖν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν· 10ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι᾽ αὐτῶν ἰάσασθαι τὴν δίψαν. 11ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγε, καὶ λύουσα κατέφλεγεν. 12ὅθεν τῶν ὑπερασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροί, καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς πανοπλίας καθωπλίσαντο, καὶ κάλπιν λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας· 13καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξῄεσαν εὑράμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατόπεδον. 14καὶ ἀνευράμενοι θαρραλέως τήν πηγήν, ἐξ αὐτῆς ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν. 15ὁ δὲ καὶ περὶ τὴν δίψαν διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον τὸ ποτὸν αἵματι. 16ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμόν, ἔσπεισεν τὸ πόμα τῷ θεῷ. 17δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας, καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονάς, 18καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθ᾽ ὑπερβολὴν οὔσας καταπαλαῖσαι, καὶ τῆς καλοκἀγαθίας τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατίας. 19Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ. 20ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον, καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι, καὶ τὴν πολιτίαν αὐτῶν ἀποδέχεσθαι· 21τότε δή τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόπως ἐχρήσαντο συμφοραῖς.

Limite Diário Atingido

Atualize seu plano para continuar usando recursos de IA com limites diários mais altos.

Comparar todos os planos →