LXX 4 Maccabees Rozdział 11

4 Maccabees 11

LXX · Porównaj · Audio

1ς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν, ὁ πέμπτος παρεπήδησεν, λέγων 2Οὐ μέλλω, τύραννε, πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι. 3αὐτὸς δ᾽ ἀπ᾽ ἐμαυτοῦ παρῆλθον, ὅπως κἀμὲ κατακτείνας, περὶ πλειόνων ἀδικημάτων ὀφιλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν. 4ὦ μισάρετε καὶ μισάνθρωπε, τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον; 5ἢ κακόν σοι δοκεῖ, ὅτι τὸν πάντων κτὶστην εὐσεβοῦμεν, καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον; 6ἀλλὰ ταῦτα τιμῶν, οὐ βασάνων ἐστὶν ἄξια, 7εἴπερ ᾐσθάνου ἀνθρώπους ποθῶν, καὶ ἐλπίδα εἶχες παρὰ θεῷ σωτηρίου· 8νῦν ἰδὲ ἀλλότριος ὢν θεοῦ, πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν θεόν. 9τοιαῦτα λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην· 10ἐφ᾽ ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα, καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ ἐπὶ τὸν τροχιαῖον σφῆνα κατέκαμψαν· περὶ ὃν ὅλος ἐπὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο. 11κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος 12Καλάς, ἔλεγεν, ἄκων, ὁ τύραννος, χάριτας ἡμῖν χαρίζῃ, καλάς, διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν. 13Τελευτήσαντος δὲ καὶ τούτου, ὁ ἕκτος ἤγετο μειρακίσκος· ὃς πυνθανομένου τοῦ τύραννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι, ὁ δὲ ἔφη 14Ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μου εἰμὶ νεώτερος, τῇ δέ διανοίᾳ ἡλικιώτης. 15εἰς τὰ αὐτὰ γὰρ καὶ γενηθέντες καὶ τραφέντες, ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνήσκειν ὀφίλομεν ὁμοίως. 16ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιεροφαγοῦντας, βασάνιζε. 17ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν. 18ἐφ᾽ οὗ κατατεινόμενος εὐμελῶς καὶ ἐκσφονδυλιζόμενος ὑπεκαίετο. 19καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες, τοῖς νώτοις προσέφερον· καὶ τὰ πλευρὰ διαπείραντες, ἀπ᾽ αὐτοῦ τὰ σπλάγχνα διέκαιον. 20ὁ δὲ βασανιζόμενος Ὦ ἱεροπρεποῦς αἰῶνος, ἔλεγεν, ἐφ᾽ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν. 21ἀνίκητος γάρ ἐστιν, ὦ τύραννε, ἡ εὐσεβὴς ἐπιστήμη. 22καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου, 23μέγαν σοι προσβάλλων καὶ αὐτὸς ἀλάστορα, καινουργὲ τῶν βασάνων, καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων. 24ἓξ μειράκια κατελύσαμέν σου τὴν τυραννίδα. 25τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν, μήτε βιάσασθαι πρὸς τὴν μιεροφαγίαν, οὐ κατάλυσίς ἐστίν σου; 26τὸ πῦρ σου ψυχρὸν ἡμῖν, καὶ ἄπονοι οἱ καταπέλται, καὶ ἀδύνατος ἡ βία σου. 27οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι· διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν.

Osiągnięto dzienny limit

Zmień plan na nowszy, aby kontynuować korzystanie z funkcji AI z wyższymi dziennymi limitami.

Porównaj wszystkie plany →