Psalmen 125
1ᾨδὴ τῶν ἀναβαθμῶν. Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι. 2τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως· τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετ᾽ αὐτῶν. 3ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθ᾽ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. 4ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς ὁ χειμάρρους ἐν τῷ νότῳ. 5οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. 6πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.