The Epistle [or Letter] of Jeremiah [Jeremy] 1

LXX · Vergelijken · Audio

1ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς ἧς ἀπέστειλεν Ἰερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ θεοῦ. Διὰ τὰς ἁμαρτίας ὑμῶν ἃς ἡμαρτήκατε ἐναντίον τοῦ θεοῦ ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονοσὸρ βασιλέως τῶν Βαβυλωνίων. 2εἰσελθόντες οὖν εἰς Βαβυλῶνα ἔσεσθε ἐκεῖ ἔτη πλείονα καὶ χρόνον μακρὸν ἕως γενεῶν ἑπτά· μετὰ τοῦτο δὲ ἐξάξω ὑμᾶς ἐκεῖθεν μετ᾽ εἰρήνης. 3νυνὶ δὲ ὄψεσθε ἐν Βαβυλῶνι θεοὺς ἀργυροῦς καὶ χρυσοῦς καὶ ξυλίνους ἐπ᾽ ὤμοις αἰρομένους, δεικνύντας φόβον τοῖς ἔθνεσιν. 4εὐλαβήθητε οὖν μὴ καὶ ὑμεῖς ἀφομοιωθέντες τοῖς ἀλλοφύλοις ἀφομοιωθῆτε, καὶ φόβος ὑμᾶς λάβῃ ἐπ᾽ αὐτοῖς, 5ἰδόντας ὄχλον ἔμπροσθεν καὶ ὄπισθεν αὐτῶν προσκυνοῦντας αὐτά· εἴπατε δὲ τῇ διανοίᾳ Σοὶ δεῖ προσκυνεῖν, Δέσποτα. 6ὁ γὰρ ἄγγελός μου μεθ᾽ ὑμῶν ἐστίν, αὐτός τε ἐκζητῶν τὰς ψυχὰς ὑμῶν. 7Γλῶσσα γὰρ αὐτῶν ἐστὶν κατεξυσμένη ὑπὸ τέκτονος, αὐτά τε περίχρυσα καὶ ⸂⸆⸃ περιάργυρα, ψευδῆ δ᾽ ἐστὶν καὶ οὐ δύνανται λαλεῖν. 8καὶ ὥσπερ παρθένῳ φιλοκόσμῳ λαμβάνοντες χρυσίον 9κατασκευάζουσιν στεφάνους ἐπὶ τὰς κεφαλὰς τῶν θεῶν αὐτῶν· ἔστι δὲ καὶ ὅτε ὑφαιρούμενοι οἱ ἱερεῖς ἀπὸ τῶν θεῶν αὐτῶν χρυσίον καὶ ἀργύριον εἰς ἑαυτοὺς καταναλοῦσιν, 10δώσουσιν δὲ ἀπ᾽ αὐτῶν καὶ ταῖς ἐπὶ τοῦ στέγους πόρναις. κοσμοῦσί τε αὐτοὺς ὡς ἀνθρώπους τοῖς ἐνδύμασιν, θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς καὶ ξυλίνους. 11οὗτοι δὲ οὐ διασώζονται ἀπὸ ἰοῦ καὶ βρωμάτων, περιβεβλημένων αὐτῶν ἱματισμὸν πορφυροῦν. 12ἐκμάσσονται τὸ πρόσωπον αὐτῶν διὰ τὸν ἐκ τῆς οἰκίας κονιορτόν, ὅς ἐστιν πλείω ἐπ᾽ αὐτοῖς. 13καὶ σκῆπτρον ἔχει ὡς ἄνθρωπος κριτὴς χώρας, ὃς τὸν εἰς αὐτὸν ἁμαρτάνοντα οὐκ ἀνελεῖ. 14ἔχει δὲ ἐνχειρίδιον δεξιᾷ καὶ πέλεκυν, ἑαυτὸν δὲ ἐκ πολέμου καὶ λῃστῶν οὐκ ἐξελεῖται. ὅθεν γνώριμοί εἰσιν οὐκ ὄντες θεοί· μὴ οὖν φοβηθῆτε αὐτούς. 15Ὥσπερ γὰρ σκεῦος ἀνθρώπου συντριβὲν ἀχρεῖον γίνεται, 16τοιοῦτοι ὑπάρχουσιν οἱ θεοὶ αὐτῶν, καθιδρυμένων αὐτῶν ἐν τοῖς οἴκοις. οἱ ὀφθαλμοὶ αὐτῶν πλήρεις εἰσὶν κονιορτοῦ ἀπὸ τῶν ποδῶν τῶν εἰσπορευομένων. 17καὶ ὥσπερ τινὶ ἠδικηκότι βασιλέα περιπεφραγμέναι εἰσὶν αἱ αὐλαί, ὡς ἐπὶ θανάτῳ ἀπηγμένῳ, τοὺς οἴκους αὐτῶν ὀχυροῦσιν οἱ ἱερεῖς θυρώμασίν τε καὶ κλείθροις καὶ μοχλοῖς, ὅπως ὑπὸ τῶν λῃστῶν μὴ συληθῶσι. 18λύχνους καίουσιν καὶ πλείους ἢ ἑαυτοῖς, ὧν οὐδένα δύνανται ἰδεῖν. 19ἔστιν μὲν ὥσπερ δοκὸς τῶν ἐκ τῆς οἰκίας, τὰς δὲ καρδίας αὐτῶν φασὶν ἐκλείχεσθαι· τῶν ἀπὸ τῆς γῆς ἑρπετῶν κατεσθόντων αὐτούς τε καὶ τὸν ἱματισμὸν αὐτῶν οὐκ αἰσθάνονται. 20μεμελανωμένοι τὸ πρόσωπον αὐτῶν ἀπὸ τοῦ καπνοῦ τοῦ ἐκ τῆς οἰκίας. 21ἐπὶ τὸ σῶμα αὐτῶν καὶ ἐπὶ τὴν κεφαλὴν ἐφίπτανται νυκτερίδες, χελιδόνες καὶ τὰ ὄρνεα, ὡσαύτως δὲ καὶ οἱ αἴλουροι. 22ὅθεν γνώσεσθε ὅτι οὐκ εἰσὶν θεοί· μὴ οὖν φοβεῖσθε αὐτά. 23Τὸ γὰρ χρυσίον ὃ περίκεινται εἰς κάλλος, ἐὰν μή τις ἐκμάξῃ τὸν ἰόν, οὐ μὴ στίλψωσιν· οὐδὲ γὰρ ὅτε ἐχωνεύοντο ᾐσθάνοντο. 24ἐκ πάσης τιμῆς ἠγορασμένα ἐστίν, ⸆ ἐν οἷς οὐκ ἔστιν πνεῦμα. 25ἄνευ ποδῶν ἐπ᾽ ὤμοις φέρονται ἐνδεικνύμενοι τὴν ἑαυτῶν ἀτιμίαν τοῖς ἀνθρώποις, αἰσχύνονταί τε καὶ οἱ θεραπεύοντες αὐτά, 26διὰ τό, μή ποτε ἐπὶ τὴν γῆν πέσῃ, δι᾽ αὐτῶν ἀνίστασθαι· μήτε ἐάν τις αὐτὸ ὀρθὸν στήσῃ, δι᾽ ἑαυτοῦ κινηθήσεται, μήτε ἐὰν κλιθῇ, οὐ μὴ ὀρθωθῇ, ἀλλ᾽ ὥσπερ νεκροῖς τὰ δῶρα αὐτοῖς παρατίθεται. 27τὰς δὲ θυσίας αὐτῶν ἀποδόμενοι οἱ ἱερεῖς αὐτῶν καταχρῶνται· ὡσαύτως δὲ καὶ αἱ γυναῖκες ἀπ᾽ αὐτῶν ταριχεύουσαι οὔτε πτωχῷ οὔτε ἀδυνάτῳ μὴ μεταδῶσιν· 28τῶν θυσιῶν αὐτῶν ἀποκαθημένη καὶ λεχὼς ἅπτονται. γνὸντες οὖν ἀπὸ τούτων ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτούς. 29Πόθεν γὰρ κληθείησαν θεοί; ὅτι γυναῖκες παρατιθέασιν θεοῖς ἀργυροῖς καὶ χρυσοῖς καὶ ξυλίνοις· 30καὶ ἐν τοῖς οἴκοις αὐτῶν οἱ ἱερεῖς διφρεύουσιν, ἔχοντες τοὺς χιτῶνας διερρωγότας καὶ τὰς κεφαλὰς καὶ τοὺς πώγωνας ἐξυρημένους, ὧν αἱ κεφαλαὶ ἀκάλυπτοί εἰσιν, 31ὠρύονται δὲ βοῶντες ἐναντίον τῶν θεῶν αὐτῶν ὥσπερ τινὲς ἐν περιδείπνῳ νεκροῦ. 32ἀπὸ τοῦ ἱματισμοῦ αὐτῶν ἀφελόμενοι οἱ ἱερεῖς ἐνδύσουσιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ παιδία· 33οὔτε ἐὰν κακὸν πάθωσιν ὑπό τινος οὔτε ἐὰν ἀγαθόν, δυνήσονται ἀνταποδοῦναι· οὔτε καταστῆσαι βασιλέα δύνανται οὔτε ἀφελέσθαι. 34ὡσαύτως οὔτε πλοῦτον οὔτε χαλκὸν οὐ μὴ δύνωνται διδόναι· ἐάν τις αὐτοῖς εὐχὴν εὐξάμενος μὴ ἀποδῷ, οὐ μὴ ἐπιζητήσωσιν· 35ἐκ θανάτου ἄνθρωπον οὐ μὴ ῥύσωνται, οὔτε ἥττονα ἀπὸ ἰσχυροῦ μὴ ἐξέλωνται· 36ἄνθρωπον τυφλὸν εἰς ὅρασιν οὐ μὴ περιστήσωσιν, ἐν ἀνάγκῃ ἄνθρωπον ὄντα οὐ μὴ ἐξέλωνται· 37χήραν οὐ μὴ ἐλεήσωσιν, οὔτε ὀρφανὸν εὖ ποιήσουσιν. 38τοῖς ἀπὸ τοῦ ὄρους λίθοις ὡμοιωμένοι εἰσὶν τὰ ξύλινα καὶ τὰ περίχρυσα καὶ τὰ περιάργυρα, οἱ δὲ θεραπεύοντες αὐτὰ καταισχυνθήσονται. 39πῶς οὖν νομιστέον ἢ κλητέον αὐτοὺς ὑπάρχειν θεούς; 40Ἔτι δὲ καὶ αὐτῶν τῶν Χαλδαίων ἀτιμαζόντων αὐτά, οἳ ὅταν ἴδωσιν ἐνεὸν οὐ δυνάμενον λαλῆσαι, προσενεγκάμενοι τὸν Βῆλον ἀξιοῦσιν φωνῆσαι, ὡς δυνατοῦ ὄντος αὐτοῦ αἰσθέσθαι, 41καὶ οὐ δύνανται αὐτοὶ νοήσαντες καταλιπεῖν αὐτά, αἴσθησιν γὰρ οὐκ ἔχουσιν. 42αἱ δὲ γυναῖκες περιθέμεναι σχοινία ἐν ταῖς ὁδοῖς ἐνκάθηνται, θυμιῶσαι τὰ πίτυρα· 43ὅταν δέ τις αὐτῶν ἐφελκυσθεῖσα ὑπό τινος τῶν παραπορευομένων κοιμηθῇ, τὴν πλησίον ὀνειδίζει, ὅτι οὐκ ἠξίωται ὥσπερ καὶ αὐτὴ οὔτε τὸ σχοινίον αὐτῆς διερράγη. 44πάντα τὰ γενόμενα αὐτοῖς ἐστὶν ψευδῆ. πῶς οὖν νομιστέον ἢ κλητέον ὡς θεοὺς αὐτοὺς ὑπάρχειν; 45Ὑπὸ τεκτόνων καὶ χρυσοχόων κατασκευασμένα εἰσίν· οὐθὲν ἄλλο μὴ γένηται ἢ ὃ βούλονται οἱ τεχνῖται αὐτὰ γενέσθαι. 46αὐτοί τε οἱ κατασκευάζοντες αὐτὰ οὐ μὴ γένωνται πολυχρόνιοι· 47πῶς τε δὴ μέλλει τὰ ὑπ᾽ αὐτῶν κατασκευασθέντα; κατέλιπον γὰρ ψεύδη καὶ ὄνειδος τοῖς ἐπιγινομένοις. 48ὅταν γὰρ ἐπέλθῃ ἐπ᾽ αὐτὰ πόλεμος καὶ κακά, βουλεύονται πρὸς ἑαυτοὺς οἱ ἱερεῖς ποῦ συναποκρυβῶσι μετ᾽ αὐτῶν. 49πῶς οὖν οὐκ ἔστιν αἰσθέσθαι ὅτι οὐκ εἰσὶν θεοί, οἳ οὔτε σώζουσιν ἑαυτοὺς ἐκ πολέμου οὔτε ἐκ κακῶν; 50ὑπάρχοντα γὰρ ξύλινα καὶ περίχρυσα καὶ περιάργυρα γνωσθήσεται μετὰ ταῦτα ὅτι ἐστὶν ψευδῆ· τοῖς ἔθνεσι πᾶσι τοῖς τε βασιλεῦσι φανερὸν ἔσται ὅτι οὐκ εἰσὶ θεοὶ ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, καὶ οὐδὲν θεοῦ ἔργον ἐν αὐτοῖς ἐστίν. 51Τίνι οὖν γνωστέον ἐστὶν ὅτι οὐκ εἰσὶν θεοί; 52βασιλέα γὰρ χώρας οὐ μὴ ἀναστήσωσιν, οὔτε ὑετὸν ἀνθρώποις οὐ μὴ δῶσιν, 53κρίσιν τε οὐ μὴ διακρίνωσιν ἑαυτῶν, οὐδὲ μὴ ῥύσωνται ἀδίκημα, ἀδύνατοι ὄντες· 54ὥσπερ γὰρ κορῶναι ἀνὰ μέσον τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ γὰρ ὅταν ἐμπέσῃ εἰς οἰκίαν θεῶν ξυλίνων ἢ περιχρύσων ἢ περιαργύρων πῦρ, οἱ μὲν ἱερεῖς αὐτῶν φεύξονται καὶ διασωθήσονται, αὐτοὶ δὲ ὥσπερ δοκοὶ μέσοι κατακαυθήσονται. 55βασιλεῖ δὲ καὶ πολεμίοις οὐ μὴ ἀντιστῶσιν. 56πῶς οὖν ἐκδεκτέον ἢ νομιστέον ὅτι εἰσὶν θεοί; Οὔτε ἀπὸ κλεπτῶν οὔτε ἀπὸ λῃστῶν οὐ μὴ διαθῶσιν, θεοὶ ξύλινοι καὶ περιάργυροι καὶ περίχρυσοι· 57ὧν οἱ ἰσχύοντες περιελοῦνται τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ τὸν ἱματισμὸν τὸν περικείμενον αὐτοῖς ἀπελεύσονται ἔχοντες, οὔτε ἑαυτοῖς οὐ μὴ βοηθήσωσιν. 58ὥστε κρεῖσσον εἶναι βασιλέα ἐπιδεικνύμενον τὴν ἑαυτοῦ ἀνδρείαν ἢ σκεῦος ἐν οἰκίᾳ χρήσιμον, ἐφ ᾧ κεχρήσεται ὁ κεκτημένος, ἢ οἱ ψευδεῖς θεοί· ἢ καὶ θύρα ἐν οἰκίᾳ διασώζουσα τὰ ἐν αὐτῇ ὄντα ἢ οἱ ψευδεῖς θεοί, καὶ ξύλινος στύλος ἐν βασιλείοις ἢ οἱ ψευδεῖς θεοί. 59ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ ἄστρα ὄντα λαμπρὰ καὶ ἀποστελλόμενα ἐπὶ χρείας εὐήκοά εἰσιν. 60ὡσαύτως καὶ ἀστραπὴ ὅταν ἐπιφανῇ εὔοπτός ἐστιν· τὸ δ᾽ αὐτὸ καὶ πνεῦμα ἐν πάσῃ χώρᾳ πνεῖ· 61καὶ νεφέλαις ὅταν ἐπιταγῇ ὑπὸ τοῦ θεοῦ ἐπιπορεύεσθαι ἐφ᾽ ὅλην τὴν οἰκουμένην, συντελοῦσι τὸ ταχθέν· 62τό τε πῦρ ἐξαποσταλὲν ἄνωθεν ἐξαναλῶσαι ὄρη καὶ δρυμοὺς ποιεῖ τὸ συνταχθέν. ταῦτα δὲ οὔτε ταῖς εἰδέαις οὔτε ταῖς δυνάμεσιν αὐτῶν ἀφωμοιωμένα ἐστίν. 63ὅθεν οὔτε νομιστέον οὔτε κλητέον ὑπάρχειν αὐτοὺς θεούς, οὐ δυνατῶν ὄντων αὐτῶν οὔτε κρίσιν κρῖναι οὔτε εὖ ποιεῖν ἀνθρώποις. 64γνόντες οὖν ὅτι οὐκ εἰσὶν θεοί, μὴ φοβηθῆτε αὐτούς. 65Οὔτε γὰρ βασιλεῦσιν οὐ μὴ καταράσωνται οὔτε μὴ εὐλογήσωσι. 66σημεῖά τε ἐν ἔθνεσιν ἐν οὐρανῷ οὐ μὴ δείξωσιν, οὐδὲ ὡς ὁ ἥλιος λάμψουσιν, οὐδὲ φωτίσουσιν ὡς σελήνη. 67τὰ θηρία ἐστὶν κρείττω αὐτῶν, ἃ δύνανται ἐκφυγόντα εἰς σκέπην αὑτὰ ὠφελῆσαι. 68κατ᾽ οὐδένα οὖν τρόπον ἐστὶν ἡμῖν φανερὸν ὅτι εἰσὶν θεοί· διὸ μὴ φοβηθῆτε αὐτούς. 69Ὥσπερ γὰρ ἐν σικυηράτῳ προβασκάνιον οὐδὲν φυλάσσον, οὕτως οἱ θεοὶ αὐτῶν εἰσὶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. 70τὸν αὐτὸν τρόπον καὶ τῇ ἐν κήπῳ ῥάμνῳ, ἐφ᾽ ἧς πᾶν ὄρνεον ἐπικάθηται, ὡσαύτως δὲ καὶ νεκρῷ ἐρριμμένῳ ἐν σκότει ἀφωμοίωνται οἱ θεοὶ αὐτῶν ξύλινοι καὶ περίχρυσοι καὶ περιάργυροι. 71ἀπό τε τῆς πορφύρας καὶ τῆς μαρμάρου τῆς ἐπ᾽ αὐτοὺς σηπομένης γνωσθήσεται ὅτι οὐκ εἰσὶν θεοί· αὐτά τε ἐξ ὑστέρου βρωθήσονται, καὶ ἔσται ὄνειδος ἐν τῇ χώρᾳ. 72κρείσσων οὖν ἄνθρωπος δίκαιος οὐκ ἔχων εἴδωλα, ἔσται γὰρ μακρὰν ἀπὸ ὀνειδισμοῦ.

EpJr · 1

Dagelijks limiet bereikt

Upgrade uw plan om AI-functies met hogere dagelijkse limieten te gebruiken.

Alle abonnementen vergelijken →