LXX 4 Maccabees Hoofdstuk 16

4 Maccabees 16

LXX · Vergelijken · Audio

1Εἰ δὲ τοίνυν καὶ γυνὴ καὶ γεραιὰ καὶ ἑπτὰ παίδων μήτηρ ὑπέμεινεν τὰς μέχρι θανάτου βασάνους ὁρῶσα τῶν τέκνων· ὁμολογουμένως αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. 2ἀπέδειξα οὖν ὅτι οὐ μόνον τῶν παθῶν ἄνδρες ἐπεκράτησαν, ἀλλὰ καὶ γυνὴ τῶν μεγίστων βασάνων ὑπερεφρόνησεν. 3καὶ οὐχ οὕτως οἱ περὶ Δανιὴλ λέοντες ἦσαν ἄγριοι, οὐδὲ Μισαὴλ ἐκφλεγομένη κάμινος λαβροτάτῳ πυρί, ὡς τῆς φιλοτεκνίας περιέκαιεν ἐκείνη φύσις, ὁρῶσα αὑτῆς τοὺς ἑπτὰ υἱοὺς βασανιζομένους. 4ἀλλὰ τῷ λογισμῷ τῆς εὐσεβείας κατέσβεσε τοσαῦτα καὶ τηλικαῦτα πάθη ἡ μήτηρ. 5καὶ γὰρ τοῦτο ἐπιλογίσασθαι, ὅτι εἰ δειλόψυχος ἦν ἡ γυνή, καίπερ μήτηρ οὖσα, ὠλοφύρετο ἂν ἐπ᾽ αὐτοῖς· καὶ ἴσως ἂν ταῦτα οὕτως εἶπεν 6Ὦ μελέα ἔγωγε καὶ πολλάκις τρισαθλία, ἥτις ἑπτὰ παῖδας τεκοῦσα, οὐδενὸς μήτηρ γεγένημαι. 7ὦ μάταιοι ἑπτὰ κυοφορίαι, καὶ ἀνόνητοι ἑπτὰ δεκάμηνοι, καὶ ἄκαρποι τιθηνίαι, καὶ ταλαίπωροι γαλακτοτροφίαι. 8μάτην ἐφ᾽ ὑμῖν, ὦ παῖδες, πολλὰς ὑπέμεινα ὠδῖνας καὶ χαλεπωτέρας φροντίδας ἀνατροφῆς. 9ὦ τῶν ἐμῶν παίδων, οἱ μὲν ἄγαμοι, οἱ δὲ γαμήσαντες ἀνόνητοι, οὐκ ὄψομαι ὑμῶν τέκνα, οὐδὲ μάμμη κληθεῖσα μακαρισθήσομαι. 10ὦ ἡ πολύπαις καὶ καλλίπαις ἐγὼ γυνὴ χήρα καὶ μόνη πολύθρηνος· 11οὐδ᾽ ἂν ἀποθάνω, θάπτοντα τῶν υἱῶν ἕξω τινά. ἀλλὰ τούτῳ τῷ θρήνῳ οὐδένα ὀλοφύρετο ἡ ἱερὰ καὶ θεοσεβὴς μήτηρ, 12οὐδ᾽ ἵνα μὴ ἀποθάνωσιν ἀπέτρεπεν αὐτῶν τινα, οὐδ᾽ ὡς ἀποθνησκόντων ἐλυπήθη. 13ἀλλ᾽ ὥσπερ ἀδαμάντινον ἔχουσα τὸν νοῦν, καὶ εἰς ἀθανασίαν ἀνατίκτουσα τὸν τῶν υἱῶν ἀριθμόν, μᾶλλον ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τὸν θάνατον αὐτοὺς προετρέπετο ἱκετεύουσα. 14Ὦ μήτηρ δι᾽ εὐσέβειαν θεοῦ στρατιῶτι, πρεσβῦτι καὶ γυνή, διὰ καρτερίαν καὶ τύραννον ἐνίκησας, καὶ ἔργοις δυνατωτέρα καὶ λόγοις εὑρέθης ἂν ἀνδρός. 15καὶ γὰρ ὅτε συνελήμφθης μετὰ τῶν παίδων, εἱστήκεις τὸν Ἐλεάζαρον ὁρῶσα βασανιζόμενον, καὶ ἔλεγες τοῖς παισὶν ἐν τῇ Ἐβραΐδι φωνῇ 16Ὦ παῖδες, γενναῖος ὁ ἀγών· ἐφ᾽ ὃν κληθέντες ὑπὲρ τῆς διαμαρτυρίας τοῦ ἔθνους, ἐναγωνίσασθε προθύμως ὑπὲρ τοῦ πατρίου νόμου. 17καὶ γὰρ αἰσχρὸν τὸν μὲν γέροντα τοῦτον ὑπομένειν τὰς διὰ τὴν εὐσέβειαν ἀλγηδόνας, ὑμᾶς δὲ τοὺς νεωτέρους καταπλαγῆναι τὰς βασάνους. 18ἀναμνήσθητε ὅτι διὰ τὸν θεὸν τοῦ κόσμου μετελάβετε, καὶ τοῦ βίου ἀπελαύσατε· 19καὶ διὰ τοῦτο ὀφίλετε πάντα πόνον ὑπομένειν διὰ τὸν θεόν. 20δι᾽ ὃν καὶ ὁ πατὴρ ἡμῶν Ἀβραὰμ ἔσπευδεν τὸν ἐθνοπάτορα υἱὸν σφαγιάσαι Ἰσαάκ, καὶ τὴν πατρῴαν χεῖρα ξιφηφόρον καταφερομένην ἐπ᾽ αὐτὸν ὁρῶν οὐκ ἔπτηξεν. 21καὶ Δανιὴλ ὁ δίκαιος εἰς λέοντας ἐβλήθη· καὶ Ἁνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ εἰς κάμινον πυρὸς ἀπεσφενδονήθησαν, καὶ ὑπέμειναν διὰ τὸν θεόν. 22καὶ ὑμεῖς οὖν τὴν αὐτὴν πίστιν πρὸς τὸν θεὸν ἔχοντες, μὴ χαλεπαίνητε· 23ἀλόγιστον γὰρ εἰδότας εὐσέβειαν μὴ ἀνθίστασθαι τοῖς πόνοις. 24Διὰ τούτων τῶν λόγων ἡ ἑπταμήτωρ ἕνα ἕκαστον τῶν υἱῶν παρακαλοῦσα ἔπεισε μᾶλλον ἀποθανεῖν, ἢ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ· 25ἔτι δὲ καὶ ταῦτα ἰδόντες ὅτι διὰ τὸν θεὸν ἀποθανόντες ζῶσιν τῷ θεῷ, ὥσπερ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ πάντες οἱ πατριάρχαι.

Dagelijks limiet bereikt

Upgrade uw plan om AI-functies met hogere dagelijkse limieten te gebruiken.

Alle abonnementen vergelijken →