LXX The Book of Tobit Kapittel 14

The Book of Tobit 14

LXX · Sammenlign · Lyd

1Καὶ ἐπαύσατο ἐξομολογούμενος Τωβείτ. 2καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτὼ ὅτε ἀπώλεσεν τὰς ὄψεις, καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν· καὶ ἐποίει ἐλεημοσύνας, καὶ προσέθετο φοβεῖσθαι Κύριον τὸν θεὸν καὶ ἐξωμολογεῖτο αὐτῷ. 3μεγάλως δὲ ἐγήρασεν· καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτῷ Τέκνον, λάβε τοὺς υἱούς σου· ἰδοὺ γεγήρακα, καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῇν εἰμί. 4ἄπελθε εἰς τὴν Μηδείαν, τέκνον, ὅτι πέπεισμαι ὅσα ἐλάλησεν Ἰωνᾶς ὁ προφήτης περὶ Νινευὴ ὅτι καταστραφήσεται, ἐν δὲ τῇ Μηδείᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ· καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς, καὶ Ἰεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται, καὶ ἔρημος ἔσται μέχρι χρόνου. 5καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν, καὶ οἰκοδομήσουσιν τὸν οἶκον, οὐχ οἷος ὁ πρότερος, ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος. καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν Ἰερουσαλὴμ ἐντίμως, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται ἐνδόξως, καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται. 6καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι Κύριον τὸν θεόν· κατορύξουσιν τὰ εἴδωλα αὐτῶν· 7καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη Κύριον. καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ· καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν. 8καὶ νῦν, τέκνον, ἄπελθε ἀπὸ Νινευή, ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης Ἰωνᾶς. 9σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα, καὶ γενοῦ φιλελεήμων καὶ δίκαιος, ἵνα σοι καλῶς ἦν. 10καὶ θάψον με καλῶς, καὶ τὴν μητέρα σου μετ᾽ ἐμοῦ, καὶ μηκέτι αὐλισθῆτε εἰς Νινευή. τέκνον, ἴδε τί ἐποίησεν Ἀδὰμ Ἀχιαχάρῳ τῷ θρέψαντι αὐτόν, ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ· καὶ Ἀχιάχαρον μὲν ἔσωσεν, ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη, καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος. Μανασσῆς ἐποίησεν ἐλεημοσύνην, καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ, Ἀδὰμ δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο. 11καὶ νῦν, παιδία, ἴδετε τί ἐλεημοσύνη ποιεῖ καὶ δικαιοσύνη ῥύεται. καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης· ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ· καὶ ἔθαψεν αὐτὸν ἐνδόξως. 12Καὶ ὅτε ἀπέθανεν Ἅννα, ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ· ἀπῆλθεν δὲ Τωβίας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ. 13καὶ ἐγήρασεν ἐντίμως, καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως, καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ Τωβεὶτ τοῦ πατρὸς αὐτοῦ. 14καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδείας. 15καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπωλίαν Νινευὴ ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσὸρ καὶ Ἀσύηρος· ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευή. ἀμήν.

Daglig grense nådd

Oppgrader planen din for å fortsette å bruke AI-funksjoner med høyere daglige grenser.

Sammenlign alle planer →