LXX 3 Maccabees Kapittel 6

3 Maccabees 6

LXX · Sammenlign · Lyd

1λεάζαρος δέ τις ἀνὴρ ἐπίσημος τῶν ἀπὸ τῆς χώρας Ἰουδαίων ἐν πρεσβείῳ τὴν ἡλικίαν ἤδη λελογχὼς καὶ πάσῃ τῇ κατὰ τὸν βίον ἀρετῇ κεκοσμημένος, τοὺς περὶ αὐτὸν καταστείλας πρεσβυτέρους ἐπικαλεῖσθαι τὸν ἅγιον θεόν, καὶ προσηύξατο τάδε 2Βασιλεῦ μεγαλοκράτωρ, ὕψιστε, παντοκράτωρ θεέ, τὴν πᾶσαν διακυβερνῶν ἐν οἰκτιρμοῖς κτίσιν, 3ἔπιδε ἐπὶ Ἀβραὰμ σπέρμα, ἐφ᾽ ἡγιασμένου τέκνα Ἰακώβ, μερίδος ἡγιασμένης σου λαὸν ἐν ξένῃ γῇ ξένον ἀδίκως ἀπολλύμενον. 4πάτερ, σὺ Φαραὼ πληθύνοντα ἅρμασιν τὸν πρὶν Αἰγύπτου ταύτης δυνάστην ἐπαρθέντα ἀνόμῳ θράσει καὶ γλώσσῃ μεγαλορήμονι σὺν τῇ ὑπερηφάνῳ στρατιᾷ ποντοβρόχους ἀπώλεσας, φέγγος ἐπιφάνας ἐλέους Ἰσραὴλ γένει. 5σὺ τὸν ἀναριθμήτοις δυνάμεσιν γαυρωθέντα Σενναχηρεὶμ βαρὺν Ἀσσυρίων βασιλέα, δόρατι τὴν πᾶσαν ὑποχείριον ἤδη λαβόντα γῆν καὶ μετεωρισθέντα ἐπὶ τὴν ἁγίαν σου πόλιν, βαρέα λαλοῦντα κόμπῳ καὶ θράσει, σύ, δέσποτα, ἔθραυσας, ἔκδηλον δεικνὺς ἔθνεσιν πολλοῖς τὸ σὸν κράτος. 6σὺ τοὺς κατὰ τὴν Βαβυλωνίαν τρεῖς ἑταίρους πυρὶ τὴν ψυχὴν αὐθαιρέτως δεδωκότας εἰς τὸ μὴ λατρεῦσαι τοῖς κενοῖς, διάπυρον δροσίσας κάμινον, ἐρρύσω μέχρι τριχὸς ἀπημάντους, φλόγα πᾶσιν ἐπιπέμψας τοῖς ὑπεναντίοις. 7σὺ τὸν διαβολαῖς φθόνου λέουσι κατὰ γῆς ῥιφέντα θηρσὶν βορὰν Δανιὴλ εἰς φῶς ἀνήγαγες ἀσινῆ· 8τόν τε βυθοτρεφοῦς ἐν γαστρὶ κήτους Ἰωνᾶν τηκόμενον ἀφιδὼν ἀπήμαντον πᾶσιν οἰκείοις ἀναδείξας, πάτερ. 9καὶ νῦν, μισούβρι, πολυέλεε, τῶν ὅλων δικαστά, τάχος ἐπιφάνηθι τοῖς ἁγίοις Ἰσραὴλ γένους, ὑπὸ ἐβδελυγμένων ἀνόμων ἐθνῶν ὑβριζομένοις. 10εἰ δὲ ἀσεβείαις κατὰ τὴν ἀποικίαν ὁ βίος ἡμῶν ἐνέσχηται, ῥυσάμενος ἡμᾶς ἀπὸ ἐχθρῶν χειρός, ᾧ προαιρῇ, δέσποτα, ἀπόλεσον ἡμᾶς μόρῳ. 11μὴ τοῖς ματαίοις οἱ ματαιόφρονες εὐλογησάτωσαν ἐπὶ τῇ τῶν ἠγαπημένων σου ἀπωλείᾳ, λέγοντες Οὐδὲ ὁ θεὸς αὐτῶν ἐρύσατο αὐτούς. 12σὺ δὲ ὁ πᾶσαν ἀλκὴν καὶ δυναστείαν ἔχων ἅπασαν, αἰώνιε, νῦν ἔπιδε· ἐλέησον ἡμᾶς τοὺς καθ᾽ ὕβριν ἀνόμων ἀλόγιστον ἐκ τοῦ ζῇν μεθισταμένους ἐν ἐπιβούλων τρόπῳ. 13πτηξάτω δὲ ἔθνη σὴν δύναμιν ἀνίκητον σήμερον, ἔντιμε, δυνάμεις ἔχων ἐπὶ σωτηρίαν Ἰακὼβ γένους. 14ἱκετεύει σε τὸ πᾶν πλῆθος τῶν νηπίων καὶ οἱ τούτων γονεῖς μετὰ δακρύων. 15δειχθήτω πᾶσιν ἔθνεσιν, ὅτι μεθ᾽ ἡμῶν εἶ, κύριε, καὶ οὐκ ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾽ ἡμῶν· ἀλλὰ καθὼς εἶπας Οὐδὲ ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν ὄντων ὑπέριδον αὐτούς, οὕτως ἐπιτέλεσον, κύριε. 16Τοῦ δὲ Ἐλεαζάρου λήγοντος ἄρτι τῆς προσευχῆς, ὁ βασιλεὺς σὺν τοῖς θηρίοις καὶ παντὶ τῷ τῆς δυνάμεως φρυάγματι κατὰ τὸν ἱππόδρομον παρῆγεν. 17καὶ θεωρήσαντες οἱ Ἰουδαῖοι, μέγα εἰς οὐρανὸν ἀνέκραξαν, ὥστε καὶ τοὺς παρακειμένους αὐλῶνας συνηχήσαντας ἀκατάσχετον πτοὴν ποιῆσαι παντὶ τῷ στρατοπέδῳ. 18τότε ὁ μεγαλόδοξος καὶ παντοκράτωρ καὶ ἀληθινὸς θεός, ἐπιφάνας τὸ ἅγιον αὐτοῦ πρόσωπον, ἠνέῳξεν τὰς οὐρανίους πύλας, ἐξ ὧν δεδοξασμένοι δύο φοβεροειδεῖς ἄγγελοι κατέβησαν φανεροὶ πᾶσιν πλὴν τοῖς Ἰουδαίοις, 19καὶ ἀντέστησαν, καὶ τὴν δύναμιν τῶν ὑπεναντίων ἐπλήρωσαν ταραχῆς καὶ δειλίας καὶ ἀκινήτοις ἔδησαν πέδαις. 20καὶ ὑπόφρικον καὶ τὸ τοῦ βασιλέως σῶμα ἐγενήθη, καὶ λήθη τὸ θράσος αὐτοῦ τὸ βαρύθυμον ἔλαβεν. 21καὶ ἀπέστρεψαν τὰ θηρία ἐπὶ τὰς συνεπομένας ἐνόπλους δυνάμεις, καὶ κατεπάτουν αὐτοὺς καὶ ὠλέθρευον. 22Καὶ μετεστράφη τοῦ βασιλέως ἡ ὀργὴ εἰς οἶκτον καὶ δάκρυα ὑπὲρ τῶν ἔμπροσθεν αὐτῷ μεμηχανευμένων. 23ἀκούσας γὰρ τῆς κραυγῆς, καὶ συνιδὼν πρηνεῖς ἅπαντας εἰς τὴν ἀπώλειαν, δακρύσας μετ᾽ ὀργῆς τοῖς φίλοις διηπειλεῖτο, λέγων 24Παραβασιλεύετε, καὶ τυράννους ὑπερβεβηκότες ὠμότητι· καὶ ἐμὲ αὐτὸν τὸν ὑμῶν εὐεργέτην ἐπιχειρεῖτε τῆς ἀρχῆς ἤδη καὶ τοῦ πνεύματος μεθιστᾷν, λάθρα μηχανώμενοι τὰ μὴ συμφέροντα τῇ βασιλείᾳ. 25τίς τοὺς κρατήσαντας ἡμῶν ἐν πίστει τὰ τῆς χώρας ὀχυρώματα τῆς οἰκίας ἀποστήσας, ἕκαστον ἀλόγως ἤθροισεν ἐνθάδε; 26τίς τοὺς ἐξ ἀρχῆς εὐνοίᾳ πρὸς ἡμᾶς κατὰ πάντα διαφέροντας πάντων ἐθνῶν, καὶ τοὺς χειρίστους πλεονάκις ἀνθρώπων ἐπιδεδιγμένους κινδύνους, οὕτως ἀθέσμως περιέβαλεν αἰκίαις; 27λύσατε, ἐκλύσατε ἄδικα δεσμά· εἰς τὰ ἴδια μετ᾽ εἰρήνης ἐξαποστείλατε, τὰ προστεταγμένα παραιτησάμενοι. 28ἀπολύσατε τοὺς υἱοὺς τοῦ παντοκράτορος ἐπουρανίου θεοῦ ζῶντος, ὃς ἀφ᾽ ἡμετέρων μέχρι τοῦ νῦν προγόνων ἀπαραπόδιστον εὐστάθειαν μετὰ δόξης προφέρει τοῖς ἡμετέροις πράγμασιν. 29ὁ μὲν οὖν ταῦτα ἐξέλεξεν· οἱ δὲ ἐν ἀμερεῖ χρόνῳ λυθέντες, τὸν ἅγιον σωτῆρα θεὸν αὐτῶν ηὐλόγουν, ἄρτι τὸν θάνατον ἐκπεφυγότες. 30Εἶτα ὁ βασιλεὺς εἰς τὴν πόλιν τὸν ἐπὶ τῶν προσόδων προσκαλεσάμενος, ἐκέλευσεν οἴνους τε καὶ τὰ λοιπὰ πρὸς εὐωχίαν ἐπιτήδεια τοῖς Ἰουδαίοις χορηγεῖν ἐπὶ ἡμέρας ἑπτά, κρίνας αὐτούς, ἐν ᾧ τόπῳ ἔδοξαν τὸν ὄλεθρον ἀναλαμβάνειν, ἐν τούτῳ ἐν εὐφροσύνῃ πάσῃ σωτήρια ἀγαγεῖν. 31τότε οἱ τὸ πρὶν ἐπονείδιστοι καὶ πλησίον τοῦ ᾅδου, μᾶλλον δὲ ἐπ᾽ αὐτῷ βεβηκότες, ἀντὶ πικροῦ καὶ δυσατάκτου μόρου κώθωνα σωτήριον συστησάμενοι, τὸν εἰς πτῶσιν αὐτοῖς καὶ τάφον ἡτοιμασμένον τόπον κλισίας κατεμερίσαντο πλήρεις χαρμονῆς. 32καταλήξαντες δὲ θρήνων πανόδυρτον μέλος, ἀνέλαβον ᾠδὴν πάτριον, τὸν Ἰσραὴλ σωτῆρα καὶ τερατοποιὸν αἰνοῦντες θεόν· οἰμωγὴν δὲ πᾶσαν καὶ κωκυτὸν ἀπωσάμενοι, χοροὺς συνίσταντο εὐφροσύνης εἰρηνικῆς σημεῖον. 33ὡσαύτως δὲ καὶ ὁ βασιλεὺς περὶ τούτων συμπόσιον βαρὺ συνάγων, ἀδιαλείπτως εἰς οὐρανὸν ἀνθωμολογεῖτο μεγαλομερῶς ἐπὶ τῇ παραδόξῳ γενηθείσῃ αὐτῶν σωτηρίᾳ. 34οἵ τε πρὶν εἰς ὄλεθρον καὶ οἰωνοβρώτους αὐτοὺς ἔσεσθαι τιθέμενοι καὶ μετὰ χαρᾶς ἀπογραψάμενοι, κατεστέναξαν αἰσχύνην ἐφ᾽ ἑαυτοῖς περιβαλόμενοι, καὶ πυρόπνουν τόλμαν ἀκμαίως ἐσβεσμένοι. 35οἵ τε Ἰουδαῖοι, καθὼς προειρήκαμεν, συστησάμενοι τὸν προειρημένον χορόν, μετ᾽ εὐωχίας ἐν ἐξομολογήσεσιν ἱλαραῖς καὶ ψαλμοῖς διῆγον. 36καὶ κοινὸν ὁρισάμενοι περὶ τούτων θεσμὸν, ἐπὶ πᾶσαν τὴν παροικίαν αὐτῶν εἰς γενεάς, τὰς προειρημένας ἡμέρας ἄγειν ἔστησαν εὐφροσύνους, οὐ πότου χάριν καὶ λιχνείας, σωτηρίας δὲ τῆς διὰ θεὸν γενομένης αὐτοῖς. 37ἐνέτυχον δὲ τῷ βασιλεῖ, τὴν ἀπόλυσιν αὐτῶν εἰς τὰ ἴδια αἰτούμενοι. 38Ἀπογράφονται δὲ αὐτοὺς ἀπὸ πέμπτης καὶ εἰκάδος τοῦ Παχὼν ἕως τῆς τετάρτης τοῦ Ἐπιφί, ἐπὶ ἡμέρας τεσσαράκοντα· συνίστανται δὲ αὐτῶν τὴν ἀπώλειαν ἀπὸ πέμπτης τοῦ Ἐπιφὶ ἕως ἑβδόμης, ἡμέραις τρισίν. 39ἐν αἷς καὶ μεγαλοδόξως ἐπιφάνας τὸ ἔλεος αὐτοῦ ὁ τῶν πάντων δυνάστης ἀπταίστους αὐτοὺς ἐρρύσατο ὁμοθυμαδόν. 40Εὐωχοῦντο δὲ πάνθ᾽ ὑπὸ τοῦ βασιλέως χορηγούμενοι μέχρι τῆς τεσσαρεσκαιδεκάτης, ἐν ᾗ καὶ τὴν ἐντυχίαν ἐποιήσαντο περὶ τῆς ἀπολύσεως αὐτῶν. 41συναινέσας δὲ αὐτοῖς ὁ βασιλεὺς ἔγραψεν αὐτοῖς τὴν ὑπογεγραμμένην ἐπιστολὴν πρὸς τοὺς κατὰ πόλιν στρατηγοὺς μεγαλοψύχως τὴν ἐκτενίαν ἔχουσαν

Daglig grense nådd

Oppgrader planen din for å fortsette å bruke AI-funksjoner med høyere daglige grenser.

Sammenlign alle planer →