The Second Book of the Maccabees 3

LXX · Sammenlign · Lyd

1Τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ὀνείου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν, 2συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾷν τὸν τόπον, καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν· 3ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν θυσιῶν ἐπιβάλλοντα δαπανήματα. 4Σίμων δέ τις ἐκ τῆς Βενιαμεὶν φυλῆς προστάτης τοῦ ἱεροῦ καθεσταμένος, διηνέχθη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας. 5καὶ νικῆσαι τὸν Ὀνίαν μὴ δυνάμενος, ἦλθεν πρὸς Ἀπολλώνιον Θρασαίου, τὸν κατ᾽ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγόν. 6καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυθήτων γέμειν τὸ ἐν Ἰεροσολύμοις γαζοφυλάκιον, ὥστε τὸ πλῆθος τῶν διαφόρων ἀναρίθμητον εἶναι, καὶ μὴ προσενεγκεῖν αὐτὰ πρὸς τὸν τῶν θυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα. 7συμμίξας δὲ Ἀπολλώνιος τῷ βασιλεῖ, περὶ τῶν μηνυθέντων αὐτῷ χρημάτων ἐνεφάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν, δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασθαι. 8εὐθέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορίαν, τῇ μὲν ἐνφάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐφοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόθεσιν ἐπιτελεῖν. 9παραγενηθεὶς δὲ εἰς Ἰεροσόλυμα, καὶ φιλοφρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχθείς, ἀνέθετο περὶ τοῦ γεγονότος ἐμφανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσαφήνισεν· ἐπυνθάνετο δὲ εἰ ταῖς ἀληθείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει. 10τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταθήκας εἶναι χηρῶν τε καὶ ὀρφανῶν, 11τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβίου σφόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου οὐχ οὕτως διαβάλλων ὁ δυσσεβὴς Σίμων τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· 12ἀδικῆσαί τε τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ, παντελῶς ἀμήχανον εἶναι· 13ὁ δ᾽ ἕτερος, δι᾽ ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι. 14Ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καθ᾽ ὅλην τὴν πόλιν ἀγωνία. 15οἱ δὲ ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταθήκης νομοθετήσαντα τοῖς παρακαταθεμένοις ταῦτα σῷα διαφυλάξαι. 16ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως εἰδέαν τιτρώσκεσθαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέφαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν· 17περιεκέχυτο γὰρ ἐπὶ τὸν ἄνδρα δέος τι καὶ φρικασμὸς σώματος, δι᾽ ὧν πρόδηλον ἐγίνετο τοῖς θεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. 18οἱ δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετίαν, διὰ τὸ μὴ μέλλειν εἰς καταφρόνησιν ἔρχεσθαι τὸν τόπον. 19ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήθυνον· αἱ δὲ κατάκλειστοι τῶν παρθένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν θυρίδων διέκυπτον. 20πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· 21ἐλεεῖν δὲ τὴν τοῦ πλήθους πανμιγῆ πρόπτωσιν, τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν. 22Οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν πανκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῷα διαφυλάσσειν μετὰ πάσης ἀσφαλείας. 23ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. 24αὐτόθι δὲ αὐτοῦ σὺν τοῖς δορυφόροις κατὰ τὸ γαζοφυλάκιον ἤδη παρόντος, ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιφανίαν μεγάλην ἐποίησεν, ὥστε πάντας τοὺς κατατολμήσαντας συνελθεῖν, καταπλαγέντας τὴν τοῦ θεοῦ δύναμιν, εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι. 25ὤφθη γάρ τις ἵππος αὐτοῖς φοβερὸν ἔχων τὸν ἐπιβάτην, καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, φερόμενος δὲ ῥύδην ἔσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐνπροθεσίους ὁπλάς· ὁ δὲ ἐπικαθήμενος ἐφαίνετο χρυσῆν πανοπλίαν ἔχων. 26ἕτεροι δὲ δύο ἐφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν γλῶσσαν, διαπρεπεῖς δὲ τὴν περιβολήν· οἳ καὶ παριστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως, πολλὰς ἐπιριπτοῦντες αὐτῷ πληγάς. 27ἄφνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυθέντα συναρπάσαντες καὶ εἰς φόριον ἐνθέντες, 28τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυφορίας εἰς τὸ προειρημένον εἰσελθόντα γαζοφυλάκιον, ἔφερον ἀβοήθητον αὐτὸν τοῖς ὅλοις καθεστῶτα, φανερῶς τὴν δυναστίαν ἐπεγνωκότα. 29καὶ ὁ μὲν διὰ τὴν θείαν ἐνέργειαν ἄφωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔριπτο· 30οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον· καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερόν, τοῦ παντοκράτορος ἐπιφανέντος κυρίου, χαρᾶς καὶ εὐφροσύνης ἐπλήρωτο. 31Ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήθων ἠξίουν τὸν Ὀνίαν ἐπικαλέσασθαι τὸν ὕψιστον, καὶ τὸ ζῇν χαρίσασθαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. 32ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μή ποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ἰουδαίων συντετελέσθαι, προσήγαγεν θυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. 33ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι, καὶ στάντες εἶπαν Πολλὰ Ὀνίᾳ τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτὸν σοὶ κεχάρισται τὸ ζῇν Κύριος. 34σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ θεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀφανεῖς ἐγένοντο. 35ὁ δὲ Ἡλιόδωρος θυσίαν ἀνενεγκὼν τῷ θεῷ, καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῇν περιποιήσαντι, καὶ τὸν Ὀνίαν ἀποδεξάμενος, ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα· 36ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ᾽ ὄψιν τεθεαμένος ἔργα τοῦ μεγίστου θεοῦ. 37Τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμφθῆναι εἰς Ἰεροσόλυμα, ἔφησεν 38Εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωθῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληθῶς εἶναί τινα θεοῦ δύναμιν. 39αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηθὸς ἐκείνου τοῦ τόπου, καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει. 40καὶ τὰ μὲν καθ᾽ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοφυλακίου τήρησιν οὕτως ἐχώρησεν.

Daglig grense nådd

Oppgrader planen din for å fortsette å bruke AI-funksjoner med høyere daglige grenser.

Sammenlign alle planer →