LXX Psalm Pasal 76

Psalm 76

LXX · Bandingkan · Audio

1Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούμ· τῷ Ἀσὰφ ψαλμός. 2Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι. 3ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. 4ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα. 5προκατελάβοντο φυλακὰς οἱ ἐχθροί μου· ἐταράχθην καὶ οὐκ ἐλάλησα. 6διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια 7ἐμνήσθην καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλεν τὸ πνεῦμά μου. 8μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; 9ἢ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς; 10ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός, ἢ συνέξει τοὺς οἰκτειρμοὺς αὐτοῦ ἐν τῇ ὀργῇ αὐτοῦ; διάψαλμα. 11καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. 12ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου, 13καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω. 14ὁ θεός, ἐν τῇ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; 15σὺ εἶ ὁ θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου· 16ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα. 17εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι· 18πλῆθος ἠχοῦς ὕδατος· φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· 19φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. 20ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. 21ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.

Had Harian Dicapai

Tingkatkan pelan anda untuk terus menggunakan ciri AI dengan had harian yang lebih tinggi.

Bandingkan semua pelan →