LXX 4 Maccabees Pasal 18

4 Maccabees 18

LXX · Bandingkan · Audio

1 τῶν Ἀβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ἰσραηλεῖται, πείθεσθε τῷ νόμῳ τούτῳ, καὶ πάντα τρόπον εὐσεβεῖτε· 2γινώσκοντες ὅτι τῶν παθῶν δεσπότης ἐστὶν ὁ εὐσεβὴς λογισμός, καὶ οὐ μόνον τῶν ἔνδοθεν ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων· 3ἀνθ᾽ ὧν διὰ τὴν εὐσέβειαν προιέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι, οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν, ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν. 4καὶ δι᾽ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος, καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενος, ἐκπεπολιόρκηκε τοὺς πολεμίους. 5καὶ ὁ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται, καὶ ἀποθανὼν κολάζεται· ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ἰεροσολυμείτας ἀλλοφυλῆσαι, καὶ τῶν πατρίων ἐθνῶν ἐκδιαιτηθῆναι, 6τότε δὴ ἀπάρας ἀπὸ τῶν Ἰεροσολύμων ἐστρατοπέδευσεν ἐπὶ Πέρσας. Ἔλεγεν δὲ ἡ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα ἡ δικαία τοῖς τέκνοις 7ὅτι Ἐγὼ ἐγενήθην παρθένος ἁγνή, καὶ οὐχ ὑπερέβην πατρικὸν οἶκον· ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν. 8οὐ διέφθειρέν με λυμεὼν τῆς ἐρημίας φθορεὺς ἐν πεδίῳ· οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις· ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί. 9τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν ὁ πατήρ. μακάριος μὲν ἐκεῖνος· τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζητήσας, τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν· 10ὃς ἐδίδασκεν ὑμᾶς, ἔτι ὢν σὺν ἡμῖν, τὸν νόμον καὶ τοὺς προφήτας. 11τὸν ἀναιρεθέντα Ἅβελ ὑπὸ Κάιν ἀνεγίνωσκεν δὲ ἡμῖν, καὶ τὸν ὁλοκαρπούμενον Ἰσαάκ, καὶ τὸν ἐν φυλακῇ Ἰωσήφ· 12ἔλεγεν δὲ ἡμῖν τὸν ζηλωτὴν Φινεές, ἐδίδασκεν δὲ ὑμᾶς τοὺς ἐν πυρὶ Ἁνανίαν καὶ Ἀζαρίαν καὶ Μισαήλ· 13ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιήλ, ὃν καὶ ἐμακάριζεν· 14ὑπεμίμνησκεν δὲ ὑμᾶς τὴν Ἠσαίου γραφὴν τὴν λέγουσαν Κἂν διὰ πυρὸς διέλθῃς, φλὸξ οὐ κατακαύσει σε. 15τὸν ὑμνογράφον ἐμελῴδει ἡμῖν Δαυεὶδ τὸν λέγοντα Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. 16τὸν Σαλομῶντα ἐπαροιμίαζεν ἡμῖν τὸν λέγοντα Ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα. 17τὸν Ἰεζεκιὴλ ἐπιστοποιεῖτο τὸν λέγοντα Εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα; 18ᾠδὴν μὲν γὰρ ἣν ἐδίδαξεν Μωσῆς οὐκ ἐπελάθετο τὴν διδάσκουσαν Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω. 19Αὕτη ἡ ζωὴ ὑμῶν καὶ ἡ μακαριότης τῶν ἡμερῶν. 20Ὦ πικρᾶς τῆς τότε ἡμέρας, καὶ οὐ πικρᾶς, ὅτε ὁ πικρὸς Ἑλλήνων τύραννος πῦρ φλέξας λέβησιν ὠμοῖς, καὶ ζέουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Ἀβραμίτιδος, 21τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν, καὶ γλώσσας ἐξέτεμεν, καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν. 22ὑπὲρ ὧν ἡ θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα. 23οἱ δὲ Ἀβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφόρῳ μητρὶ εἰς πατέρων χῶρον συναγελάζονται, ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ θεοῦ· 24ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Had Harian Dicapai

Tingkatkan pelan anda untuk terus menggunakan ciri AI dengan had harian yang lebih tinggi.

Bandingkan semua pelan →