The First Book of the Maccabees 14
1Καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ, καὶ ἐπορεύθη εἰς Μηδίαν, τοῦ ἐπισπᾶσθαι βοήθειαν ἑαυτῷ, ὅπως πολεμήσῃ τὸν Τρύφωνα. 2καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς Περσίδος καὶ Μηδίας ὅτι ἦλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ, καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα. 3καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὴν παρεμβολὴν Δημητρίου καὶ συνέλαβεν αὐτόν, καὶ ἤγαγεν αὐτὸν πρὸς Ἀρσάκην, καὶ ἔθετο αὐτὸν ἐν φυλακῇ. 4Καὶ ἡσύχασεν ἡ γῆ πάσας τὰς ἡμέρας Σίμωνος, καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ· καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας. 5καὶ μετὰ πάσης τῆς δόξης αὐτοῦ ἔλαβεν τὴν Ἰόππην εἰς λιμένα, καὶ ἐποίησεν εἴσοδον ταῖς νήσοις τῆς θαλάσσης. 6καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ, καὶ ἐκράτησεν τῆς χώρας. 7καὶ συνήγαγεν αἰχμαλωσίαν πολλήν, καὶ ἐκυρίευσεν Γαζάρων καὶ Βεθσούρων καὶ τῆς ἄκρας· καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς, καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ. 8καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ᾽ εἰρήνης, καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν. 9πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο, πάντες περί ἀγαθῶν ἐκοινολόγουν, καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου. 10ταῖς πόλεσιν ἐχορήγησεν βρώματα, καὶ ἔταξεν αὐτὰς ἐν σκεύεσιν ὀχυρώσεως, ἕως ὅτου ὀνομάσθη τὸ ὄνομα τῆς δόξης αὐτοῦ ἕως ἄκρου γῆς· 11ἐποίησεν τὴν εἰρήνην ἐπὶ τῆς γῆς, καὶ ηὐφράνθη Ἰσραὴλ εὐφροσύνην μεγάλην. 12καὶ ἐκάθισεν ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ τὴν συκῆν αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐκφοβῶν αὐτούς· 13καὶ ἐξέλειπεν πολεμῶν αὐτοὺς ἐπὶ τῆς γῆς, καὶ οἱ βασιλεῖς αὐτῶν συνετρίβησαν ἐν ταῖς ἡμέραις ἐκείναις. 14καὶ ἐστήρισεν πάντας τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ· τὸν νόμον ἐξεζήτησεν, καὶ ἐξῆρεν πάντα ἄνομον καὶ πονηρόν· 15τὰ ἅγια ἐδόξασεν, καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων. 16Καὶ ἤκουσεν ἐν Ῥώμῃ ὅτι ἀπέθανεν Ἰωναθάν, καὶ ἕως Σπάρτης, καὶ ἐλυπήθησαν σφόδρα. 17ὡς δὲ ἤκουσαν ὅτι Σίμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀντ᾽ αὐτοῦ ἀρχιερεὺς καὶ ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ, 18καὶ ἔγραψαν πρὸς αὐτὸν δέλτοις χαλκαῖς τοῦ ἀνανεώσασθαι πρὸς αὐτὸν φιλίαν καὶ τὴν συμμαχίαν ἣν ἔστησαν πρὸς Ἰούδαν καὶ Ἰωναθὰν τοὺς ἀδελφοὺς αὐτοῦ. 19καὶ ἀνεγνώσθησαν ἐνώπιον ἐκκλησίας ἐν Ἰερουσαλήμ. 20καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσι καὶ τῷ λοιπῷ δήμῳ τῶν Ἰουδαίων ἀδελφοῖς χαίρειν. 21οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς, καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν. 22καὶ ἀναγραψάμενοι τὰ ὑπ᾽ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ἰουδαίων ἤλθοσαν πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν· 23καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως, καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδιγμένοις τῷ δήμῳ βιβλίοις, τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν· τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σίμωνι τῷ ἀρχιερεῖ. 24Μετὰ ταῦτα ἀπέστειλεν Σίμων τὸν Νουμήνιον εἰς Ῥώμην ἔχοντα ἀσπίδα χρυσῆν μεγάλην ὁλκὴν μνῶν χιλίων, εἰς τὸ στῆσαι πρὸς αὐτοὺς τὴν συμμαχίαν. 25Ὡς δὲ ἤκουσεν ὁ δῆμος τῶν λόγων τούτων, εἶπαν Τίνα χάριν ἀποδώσομεν Σίμωνι καὶ τοῖς υἱοῖς αὐτοῦ; 26ἐστήρισεν γὰρ αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπολέμησαν τοὺς ἐχθροὺς Ἰσραὴλ ἀπ᾽ αὐτῶν. καὶ ἔστησαν αὐτῷ ἐλευθερίαν, καὶ κατέγραψεν ἐν δέλτοις χαλκαῖς, καὶ ἔθεντο ἐν στήλῃ ἐν ὄρει Σιών. 27καὶ τοῦτο τὸ ἀντίγραφον τῆς γραφῆς Ὀκτωκαιδεκάτῃ Ἐλούλ, ἔτους δευτέρου ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ τοῦτο τρίτον ἔτος ἐπὶ Σίμωνος τοῦ ἀρχιερέως, 28ἐν Σαραμέλ, ἐπὶ συναγωγῆς μεγάλης τῶν ἱερέων καὶ λαοῦ καὶ ἀρχόντων ἔθνους καὶ τῶν πρεσβυτέρων τῆς χώρας ἐγνώρισεν ἡμῖν. 29ἐπεὶ πολλάκις ἐγενήθησαν πόλεμοι ἐν τῇ χώρᾳ, Σίμων δὲ ὁ υἱὸς Ματταθίου ὁ υἱὸς τῶν υἱῶν Ἰωαρὶβ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔδωκαν ἑαυτοὺς τῷ κινδύνῳ, καὶ ἀντέστησαν τοῖς ὑπεναντίοις τοῦ ἔθνους αὐτῶν, ὅπως σταθῇ τὰ ἅγια αὐτῶν καὶ ὁ νόμος, καὶ δόξῃ μεγάλῃ ἐδόξασαν τὸ ἔθνος αὐτῶν. 30καὶ ἤθροισεν Ἰωναθὰν τὸ ἔθνος αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς ἀρχιερεύς, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ· 31καὶ ἐβουλήθησαν οἱ ἐχθροὶ αὐτῶν ἐμβατεῦσαι εἰς τὴν χώραν αὐτῶν τοῦ ἐκτρίψαι τὴν χώραν αὐτῶν, καὶ ἐκτεῖναι τὰς χεῖρας ἐπὶ τὰ ἅγια αὐτῶν· 32τότε ἀνέστη Σίμων, καὶ ἐπολέμησεν περὶ τοῦ ἔθνους αὐτοῦ, καὶ ἐδαπάνησεν χρήματα πολλὰ τῶν ἑαυτοῦ, καὶ ὁπλοδότησεν τοὺς ἄνδρας τῆς δυνάμεως τοῦ ἔθνους αὐτοῦ, καὶ ἔδωκεν αὐτοῖς ὀψώνια· 33καὶ ὠχύρωσεν τὰς πόλεις τῆς Ἰουδαίας καὶ τὴν Βεθσούραν τὴν ἐπὶ τῶν ὁρίων τῆς Ἰουδαίας, οὗ ἦν τὰ ὅπλα τῶν πολεμίων τὸ πρότερον, καὶ ἔθετο ἐκεῖ φρουρὰν ἄνδρας Ἰουδαίους· 34καὶ Ἰόππην ὠχύρωσεν τὴν ἐπὶ τῆς θαλάσσης, καὶ τὴν Γαζάραν τὴν ἐπὶ ὁρίων Ἀζώτου, ἐν ᾗ ᾠκοῦσαν οἱ πολέμιοι τὸ πρότερον ἐκεῖ, καὶ κατῴκισεν ἐκεῖ Ἰουδαίους, καὶ ὅσα ἐπιτήδεια πρὸς τῇ τούτων ἐπανορθώσει ἔθετο ἐν αὐτοῖς. 35καὶ εἶδεν ὁ λαὸς τὴν πίστιν τοῦ Σίμωνος καὶ τὴν δόξαν ἣν ἐβουλεύσατο ποιῆσαι τῷ ἔθνει αὐτοῦ, καὶ ἔθεντο αὐτὸν ἡγοὺμενον αὐτῶν καὶ ἀρχιερέα, διὰ τὸ πεποιηκέναι αὐτὸν ταῦτα πάντα, καὶ τὴν δικαιοσύνην καὶ τὴν πίστιν ἣν συνετὴρησεν τῷ ἔθνει αὐτοῦ, καὶ ἐξεζήτησεν παντὶ τρόπῳ ὑψῶσαι τὸν λαὸν αὐτοῦ. 36καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ εὐοδώθη ἐν ταῖς χερσὶν αὐτοῦ, τοῦ ἐξαρθῆναι τὰ ἔθνη ἐκ τῆς χώρας αὐτῶν, καὶ τοὺς ἐν τῇ πόλει Δαυεὶδ τοὺς ἐν Ἰερουσαλὴμ οἳ ἐποίησαν ἑαυτοῖς ἄκραν ἐξ ἧς ἐξεπορεύοντο, καὶ ἐμίαινον κύκλῳ τῶν ἁγίων, καὶ ἐποιοῦσαν πληγὴν μεγάλην ἐν τῇ ἁγνείᾳ· 37καὶ κατῴκισεν ἐν αὐτῇ ἄνδρας Ἰουδαίους, καὶ ὠχύρωσεν αὐτὴν πρὸς ἀσφάλειαν τῆς χώρας καὶ τῆς πόλεως, καὶ ὕψωσεν τὰ τείχη Ἰερουσαλήμ. 38καὶ ὁ βασιλεὺς Δημήτριος ἔστησεν αὐτῷ τὴν ἀρχιερωσύνην κατὰ ταῦτα, 39καὶ ἐποίησεν αὐτὸν τῶν φίλων αὐτοῦ, καὶ ἐδόξασεν αὐτὸν δόξῃ μεγάλῃ· 40ἠκούσθη γὰρ ὅτι προσαγορεύονται Ἰουδαῖοι ὑπὸ Ῥωμαίων φίλοι καὶ σύμμαχοι καὶ οἱ ἀδελφοί, καὶ ὅτι ἀπήντησαν τοῖς πρεσβευταῖς Σίμωνος ἐνδόξως· 41καὶ ὅτι οἱ Ἰουδαῖοι καὶ οἱ ἱερεῖς εὐδόκησαν τοῦ εἶναι αὐτῶν Σίμωνα ἡγούμενον καὶ ἀρχιερέα εἰς τὸν αἰῶνα, ἕως τοῦ ἀναστῆναι προφήτην πιστόν· 42καὶ τοῦ εἶναι ἐπ᾽ αὐτῶν στρατηγόν, καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καθιστάναι δι᾽ αὐτοῦ ἐπὶ τῶν ἔργων αὐτῶν καὶ ἐπὶ τῆς χώρας καὶ ἐπὶ τῶν ὅπλων καὶ ἐπὶ τῶν ὀχυρωμάτων· 43καὶ ὅπως μέλῃ αὐτῷ περὶ τῶν ἁγίων, καὶ ὅπως ἀκούηται ὑπὸ πὰντων, καὶ ὅπως γράφωνται ἐπὶ τῷ ὀνόματι αὐτοῦ πᾶσαι συγγραφαὶ ἐν τῇ χώρᾳ, καὶ ὅπως περιβάλληται πορφύραν καὶ χρυσοφορῇ. 44καὶ οὐκ ἔξεστιν οὐδενὶ τοῦ λαοῦ καὶ τῶν ἱερέων ἀθετῆσαί τι τούτων καὶ ἀντειπεῖν τοῖς ὑπ᾽ αὐτοῦ ῥηθησομένοις, καὶ ἐπισυστρέψαι συστροφήν ἐν τῇ χώρᾳ ἄνευ αὐτοῦ, καὶ περιβαλέσθαι πορφύραν καὶ ἐνπορποῦσθαι πόρπην χρυσῆν· 45ὃς δ᾽ ἂν παρὰ ταῦτα ποιήσῃ ἢ ἀθετήσῃ τι τούτων, ἔνοχος ἔσται. 46καὶ εὐδόκησεν πᾶς ὁ λαὸς θέσθαι Σίμωνι ποιῆσαι κατὰ τοὺς λόγους τούτους. 47καὶ ἐπεδέξατο Σίμων, καὶ εὐδόκησεν ἀρχιερατεῦσαι καὶ εἶναι στρατηγὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων καὶ ἱερέων καὶ τοῦ προστατῆσαι πάντων. 48Καὶ τὴν γραφὴν ταύτην εἶπαν θέσθαι ἐν δέλτοις χαλκαῖς, καὶ στῆσαι αὐτὰς ἐν περιβόλῳ τῶν ἁγίων ἐν τόπῳ πιστῷ· 49τὰ δὲ ἀντίγραφα αὐτῶν θέσθαι ἐν τῷ γαζοφυλακίῳ, ὅπως ἔχῃ Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ.