LXX Psalm 章 112

Psalm 112

LXX · 比較 · 音声

1λληλουιά. Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ. 2εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος· 3ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖται τὸ ὄνομα Κυρίου. 4ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. 5τίς ὡς Κύριος ὁ θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν, 6καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· 7ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, 8τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 9ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα τέκνων εὐφραινομένων.

1日の制限に達しました

プランをアップグレードして、より高い1日の制限でAI機能を使い続けてください。

すべてのプランを比較 →