LXX Geremia Capitolo 25

Geremia 25

LXX · Confronta · Audio

1 λόγος ὁ γενόμενος πρὸς Ἰερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα ἐν τῷ ἔτει τῷ τετάρτῳ τοῦ Ἰωακεὶμ υἱοῦ Ἰωσεία βασιλέως Ἰούδα, 2ὃν ἐλάλησεν πρὸς πάντα τὸν λαὸν Ἰούδα καὶ πρὸς τοὺς κατοικοῦντας Ἰερουσαλὴμ λέγων 3Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ⸂⸆⸃ ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων καὶ λέγων. 4καὶ ἀπέστελλον πρὸς ὑμᾶς τοὺς δούλους μου τοὺς προφήτας ὄρθρου ἀποστέλλων, καὶ οὐκ εἰσηκούσατε καὶ οὐ προσέσχετε τοῖς ὠσὶν ὑμῶν, 5λέγων Ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων ὑμῶν, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν ἀπ᾽ αἰῶνος καὶ ἕως αἰῶνος. 6μὴ πορεύεσθε ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, ὅπως μὴ παροργίζητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν τοῦ κακῶσαι ὑμᾶς. 7καὶ οὐκ ἠκούσατέ μου. 8διὰ τοῦτο τάδε λέγει Κύριος Ἐπειδὴ οὐκ ἐπιστεύσατε τοῖς λόγοις μου, 9ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήμψομαι πατριὰν ἀπὸ βορρᾶ, καὶ ἄξω αὐτοὺς ἐπὶ τὴν γῆν ταύτην καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῆς, καὶ ἐξερημώσω αὐτοὺς καὶ δώσω αὐτοὺς εἰς ἀφανισμὸν καὶ εἰς συριγμὸν καὶ εἰς ὀνειδισμὸν αἰώνιον. 10καὶ ἀπολῶ ἀπ᾽ αὐτῶν φωνὴν χαρᾶς καὶ φωνὴν εὐφροσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου καὶ φῶς λύχνου. 11καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἀφανισμόν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη, ⸆ 12καὶ ἐν τῷ πληρωθῆναι ἑβδομήκοντα ἔτη ἐκδικήσω τὸ ἔθνος ἐκεῖνο καὶ θήσομαι αὐτοὺς εἰς ἀφανισμὸν αἰώνιον, 13καὶ ἐπάξω ἐπὶ τὴν γῆν ἐκείνην πάντας τοὺς ⸂⸆⸃ λόγους μου οὓς ἐλάλησα κατ᾽ αὐτῆς, πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ. 14Ἃ ἐπροφήτευσεν Ἰερεμίας ἐπὶ τὰ ἔθνη τὰ Αἰλάμ. ⸆ 15Τάδε λέγει Κύριος Συνετρίβη τὸ τόξον Αἰλάμ, ἀρχὴ δυναστείας αὐτῶν. 16καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ καὶ διασπερῶ αὐτοὺς ἐν πᾶσιν τοῖς ἀνέμοις τούτοις, καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκεῖ, οἱ ἐξωσμένοι Αἰλάμ. 17καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὐτῶν τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν, καὶ ἐπάξω ἐπ᾽ αὐτοὺς κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου ἕως τοῦ ἐξαναλῶσαι αὐτούς. 18καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλάμ, καὶ ἐξαποστελῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας, 19καὶ ἔσται ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν Αἰλάμ, λέγει Κύριος.

Limite Giornaliero Raggiunto

Aggiorna il tuo piano per continuare a utilizzare le funzioni AI con limiti giornalieri più elevati.

Confronta tutti i piani →