LXX The First Book of the Maccabees Capitolo 16

The First Book of the Maccabees 16

LXX · Confronta · Audio

1Καὶ ἀνέβη Ἰωάννης ἐκ Γαζάρων, καὶ ἀπήγγειλεν Σίμωνι τῷ πατρὶ αὐτοῦ ἃ συνετέλει Κενδεβαῖος. 2καὶ ἐκάλεσεν Σίμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ἰούδαν καὶ Ἰωάννην, καὶ εἶπεν αὐτοῖς Ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ἰσραὴλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας, καὶ εὐοδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ἰσραὴλ πλεονάκις. 3νῦν δὲ γεγήρακα, καὶ ὑμεῖς δὲ ἐν τῷ ἐλέει ἱκανοί ἐστε ἐν τοῖς ἔτεσιν· γίνεσθε ἀντ᾽ ἐμοῦ καὶ τοῦ ἀδελφοῦ μου, καὶ ἐξελθόντες ὑπερμαχεῖτε ὑπὲρ τοῦ ἔθνους ἡμῶν, ἡ δὲ ἐκ τοῦ οὐρανοῦ βοήθεια ἤτω μεθ᾽ ὑμῶν. 4καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς, καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον, καὶ ἐκοιμήθησαν ἐν Μωδαείμ. 5καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύοντο εἰς τὸ πεδίον· καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς, πεζικοὶ καὶ ἱππεῖς, καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν. 6καὶ παρενέβαλεν κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ· καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν, καὶ διεπέρασεν πρῶτος· καὶ εἶδον αὐτὸν οἱ ἄνδρες, καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ· 7καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεὶς ἐν μέσῳ τῶν πεζῶν· ἡ δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα. 8καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐτροπώθη Κενδεβαῖος καὶ ἡ παρεμβολὴ αὐτοῦ, καὶ ἔπεσον ἐξ αὐτοῦ τραυματίαι πολλοί· οἱ δὲ καταλειφθέντες ἔφυγον εἰς τὸ ὀχύρωμα. 9τότε ἐτραυματίσθη Ἰούδας ὁ ἀδελφὸς Ἰωάννου· Ἰωάννης δὲ κατεδίωξεν αὐτοὺς ἕως ἐλθεῖν εἰς Κεδρών, ἣν οἰκοδόμησεν. 10καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τῷ ἀγρῷ Ἀζώτου, καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί· καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας χιλίους, καὶ ἀπέστρεψεν εἰς τὴς Ἰουδαίαν μετ᾽ εἰρήνης. 11Καὶ Πτολεμαῖος ὁ τοῦ Ἀβούβου ἦν καθεσταμένος στρατηγὸς εἰς τὸ πεδίον Ἰεριχώ, καὶ ἔσχεν ἀργύριον καὶ χρυσίον πολύ· 12ἦν γὰρ γαμβρὸς τοῦ ἀρχιερέως. 13καὶ ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἠβουλήθη κατακρατῆσαι τῆς χώρας, καὶ ἐβουλεύετο δόλῳ κατὰ Σίμωνος καὶ κατὰ τῶν υἱῶν αὐτοῦ ἆραι αὐτούς. 14Σίμων δὲ ἦν ἐφοδεύων τὰς πόλεις τὰς ἐν τῇ χώρᾳ καὶ φροντίζων τὰς ἐπιμελίας αὐτῶν, καὶ κατέβη εἰς Ἰεριχὼ αὐτὸς καὶ Ματταθίας καὶ Ἰούδας καὶ οἱ υἱοὶ αὐτοῦ ἔτους ἑβδόμου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐν μηνὶ ἑνδεκάτῳ· οὗτος ὁ μὴν Σαβάτ. 15καὶ ὑπεδέξατο αὐτοὺς ὁ τοῦ Ἀβούβου εἰς τὸ ὀχυρωμάτιον τὸ καλούμενον Δὼκ μετὰ δόλου, ὃ ᾠκοδόμησεν, καὶ ἐποίησεν αὐτοῖς πότον μέγαν· καὶ ἐνέκρυψεν ἐκεῖ ἄνδρας. 16καὶ ὅτε ἐμεθύσθη Σίμων καὶ οἱ υἱοὶ αὐτοῦ, ἐξανέστη Πτολεμαῖος καὶ οἱ μετ᾽ αὐτοῦ, καὶ ἐλάβοσαν τὰ ὅπλα αὐτῶν, καὶ ἐπεισήλθοσαν τῷ Σίμωνι εἰς τὸ συμπόσιον, καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καί τινας τῶν παιδαρίων αὐτοῦ. 17καὶ ἐποίησεν ἀθείαν μεγάλην, καὶ ἀνταπέδωκεν κακὰ ἀντὶ ἀγαθῶν. 18καὶ ἔγραψεν ταῦτα Πτολεμαῖος, καὶ ἀπέστειλεν τῷ βασιλεῖ ὅπως ἀποστείλῃ αὐτῷ δυνάμεις εἰς βοήθειαν, καὶ παραδῷ τὴν χώραν αὐτῶν καὶ τὰς πόλεις. 19καὶ ἀπέστειλεν ἑτέρους εἰς Γάζαρα ἆραι τὸν Ἰωάννην, καὶ τοῖς χιλιάρχοις ἀπέστειλεν ἐπιστολὰς παραγενέσθαι πρὸς αὐτόν, ὅπως δῷ αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ δόματα. 20καὶ ἑτέρους ἀπέστειλεν καταλαβέσθαι τὴν Ἰερουσαλὴμ καὶ τὸ ὄρος τοῦ ἱεροῦ. 21καὶ προδραμὼν ἀπήγγειλεν Ἰωάννῃ εἰς Γάζαρα, ὅτι ἀπώλετο ὁ πατὴρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ὅτι Ἀπέσταλκε καὶ σὲ ἀποκτεῖναι. 22καὶ ἀκούσας ἐξέστη σφόδρα, καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτόν· καὶ ἀπέκτεινεν αὐτούς, ἔγνω γὰρ ὅτι ἐζητοῦσαν αὐτὸν ἀπολέσαι. 23Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάννου καὶ τῶν πολέμων αὐτοῦ καὶ τῶν ἀνδραγαθιῶν αὐτοῦ ὧν ἠνδραγάθησεν καὶ τῆς οἰκοδομῆς τῶν τειχέων ὧν ᾠκοδόμησεν καὶ τῶν πράξεων αὐτοῦ, 24ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίου ἡμερῶν ἀρχιερωσύνης αὐτοῦ, ἀφ᾽ οὗ ἐγενήθη ἀρχιερεὺς μετὰ τὸν πατέρα αὐτοῦ.

Limite Giornaliero Raggiunto

Aggiorna il tuo piano per continuare a utilizzare le funzioni AI con limiti giornalieri più elevati.

Confronta tutti i piani →