LXX Zsoltárok Fejezet 37

Zsoltárok 37

LXX · Összevetés · Hang

1Ψαλμὸς τῷ Δαυείδ· εἰς ἀνάμνησιν περὶ σαββάτου. 2Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. 3ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήρισας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου· 4καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. 5ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾽ ἐμέ. 6προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· 7ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην· 8ὅτι ἡ ψυχή μου ἐπλήσθη ἐνπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. 9ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. 10καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου οὐκ ἐκρύβη ἀπὸ σοῦ. 11ἡ καρδία μου ἐταράχθη, ἐνκατέλιπέν με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστιν μετ᾽ ἐμοῦ. 12οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν· 13καὶ ἐξεβιάσαντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. 14ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· 15καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν στόματι αὐτοῦ ἐλεγμούς. 16ὅτι ἐπὶ σὲ ἤλπισα, Κύριε· σὺ εἰσακούσῃ, κύριε ὁ θεός μου. 17ὅτι εἶπα Μή ποτε ἐπιχαρῶσίν μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾽ ἐμὲ ἐμεγαλορημόνησαν. 18ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντός. 19ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. 20οἱ δὲ ἐχθροί μου ζῶσιν καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· 21οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. 22μὴ ἐνκαταλίπῃς με, Κύριε· ὁ θεός μου, μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ· 23πρόσχες εἰς τὴν βοήθειάν μου, κύριε τῆς σωτηρίας μου.

Napi korlát elérve

Frissítsd az előfizetésed, hogy az AI funkciókat magasabb napi korlátokkal használhasd.

Összes csomag összehasonlítása →