LXX 3 Maccabees Poglavlje 5

3 Maccabees 5

LXX · Usporedi · Zvuk

1Τότε προσκαλεσάμενος Ἕρμωνα τὸν πρὸς τῇ τῶν ἐλεφάντων ἐπιμελείᾳ, βαρείᾳ μεμεστωμένος ὀργῇ καὶ χόλῳ κατὰ πᾶν ἀμετάθετος, 2ἐκέλευσεν ὑπὸ τὴν ἐρχομένην ἡμέραν δαψιλέσι δράκεσι λιβανωτοῦ καὶ οἴνῳ πλείονι ἀκράτῳ ἅπαντας τοὺς ἐλέφαντας ποτίσαι, ὄντας τὸν ἀριθμὸν πεντακοσίους· καὶ ἀγριωθέντας τῇ τοῦ πόματος ἀφθόνῳ χορηγίᾳ εἰσαγαγεῖν πρὸς συνάντησιν τοῦ μόρου τῶν Ἰουδαίων. 3ὁ μὲν τάδε προστάσσων ἐτρέπετο πρὸς τὴν εὐωχίαν, συναγαγὼν τοὺς μάλιστα τῶν φίλων καὶ τῆς στρατιᾶς ἀπεχθῶς ἔχοντας πρὸς τοὺς Ἰουδαίους. 4ὁ δὲ ἐλεφαντάρχης τὸ προσταγὲν ἀραρότως Ἕρμων συνετέλει. 5οἵ τε πρὸς τούτοις λειτουργοὶ κατὰ τὴν ἑσπέραν ἐξιόντες τὰς τῶν ταλαιπωρούντων ἐδέσμευον χεῖρας, τήν τε λοιπὴν ἐμηχανῶντο περὶ αὐτοὺς ἀσφάλειαν ἔννυχον, δόξαντες ὁμοῦ λήμψεσθαι τὸ φῦλον πέρας τῆς ὀλεθρίας. 6οἱ δὲ πάσης σκέπης ἔρημοι δοκοῦντες εἶναι τοῖς ἔθνεσιν Ἰουδαῖοι, διὰ τὴν πάντοθεν περιέχουσαν αὐτοὺς μετὰ δεσμῶν ἀνάγκην, 7τὸν παντοκράτορα κύριον καὶ πάσης δυνάμεως δυναστεύοντα, ἐλεήμονα θεὸν αὐτῶν καὶ πατέρα, δυσκαταπαύστῳ βοῇ πάντες μετὰ δακρύων ἐπεκαλέσαντο, δεόμενοι 8τὴν κατ᾽ αὐτῶν μεταστρέψαι βουλὴν ἀνοσίαν, καὶ ῥύσασθαι αὐτοὺς μετὰ μεγαλομεροῦς ἐπιφανείας ἐκ τοῦ παρὰ πόδας ἐν ἑτοίμῳ μόρου. 9τούτων μὲν οὖν ἡ λιτανία ἐκτενῶς ἀνέβαινεν εἰς τὸν οὐρανόν. 10ὁ δὲ Ἕρμων τοὺς ἀνηλεεῖς ἐλέφαντας ποτίσας πεπληρωμένους τῆς τοῦ οἴνου πολλῆς χορηγίας καὶ τοῦ λιβάνου μεμεστωμένους, ὄρθριος ἐπὶ τὴν αὐλὴν παρῆν περὶ τούτων προσαγγεῖλαι τῷ βασιλεῖ. 11τὸ δὲ ἀπ᾽ αἰῶνος κτίσμα χρόνου καλὸν ἐν νυκτὶ καὶ ἡμέρᾳ ἐπιβαλλόμενον ὑπὸ τοῦ χαριζομένου πᾶσιν, οἷς ἂν αὐτὸς θελήσει, ὕπνου μέρος ἀπέστειλεν εἰς τὸν βασιλέα· 12καὶ ἡδίστῳ καὶ βαθεῖ κατεσχέθη τῇ ἐνεργείᾳ τοῦ δεσπότου, τῆς ἀθέσμου μὲν προθέσεως πολὺ διεσφαλμένος, τοῦ δὲ ἀμεταθέτου λογισμοῦ μεγάλως διεψευσμένος. 13οἵ τε Ἰουδαῖοι τὴν προσημανθεῖσαν ὥραν διαφυγόντες, τὸν ἅγιον ᾔνουν θεὸν αὐτῶν· καὶ πάλιν ἠξίουν τὸν εὐκατάλλακτον δεῖξαι μεγαλοσθενοῦς ἑαυτοῦ χειρὸς κράτος ἔθνεσιν ὑπερηφάνοις. 14μεσούσης δὲ ἤδη δεκάτης ὥρας σχεδόν, ὁ πρὸς ταῖς κλήσεσιν τεταγμένος, ἀθρόους τοὺς κλητοὺς ἰδών, ἔνυξεν προσελθὼν τὸν βασιλέα. 15καὶ μόλις διεγείρας, ὑπέδειξε τὸν τῆς συμποσίας καιρὸν ἤδη παρατρέχοντα, τὸν περὶ τούτων λόγον ποιούμενος. 16ὃν ὁ βασιλεὺς λογισάμενος, καὶ τραπεὶς εἰς τὸν πότον, ἐκέλευσεν τοὺς παραγεγονότας ἐπὶ τὴν συμποσίαν ἄντικρυς ἀνακλῖναι αὐτοῦ. 17οὗ καὶ γενομένου, παρῄνει εἰς εὐωχίαν δόντας ἑαυτούς, τὸ παρὸν τῆς συμποσίας ἐπὶ πολὺ γεραιρομένους εἰς εὐφροσύνην καταθέσθαι μέρος. 18ἐπὶ πλεῖον δὲ προσκοπτούσης τῆς ὁμιλίας, τὸν Ἕρμωνα προσκαλεσάμενος ὁ βασιλεύς, μετὰ πικρίας ἀπειλῆς ἐπυνθάνετο τίνος ἕνεκεν αἰτίας ἰάθησαν οἱ Ἰουδαῖοι τὴν περιοῦσαν ἡμέραν περιβεβιωκότες. 19τοῦ δὲ ὑποδείξαντος ὅτι νυκτὸς τὸ προσταγὲν ἐπὶ τέλος ἠγιοχέναι, καὶ τῶν φίλων αὐτῶν προσμαρτυρησάντων· 20τὴν ὠμότητα χείρονα Φαλάριδος ἐσχηκὼς ἔφη τὸ τῆς σήμερον ὕπνῳ χάριν ἔχειν αὐτούς· ἀνυπερθέτως δὲ εἰς τὴν ὑποστέλλουσαν ἡμέραν κατὰ τὸ ὅμοιον ἑτοίμασον τοὺς ἐλέφαντας ἐπὶ τὸν τῶν ἀθεμίτων Ἰουδαίων ἀφανισμόν. 21εἰπόντος δὲ τοῦ βασιλέως, ἀσμένως πάντες μετὰ χαρᾶς οἱ παρόντες ὁμοῦ συναινέσαντες, εἰς τὸν ἴδιον οἶκον ἕκαστος ἀνέλυσεν. 22καὶ οὐχ οὕτως εἰς ὕπνον κατεχρήσαντο τὸν χρόνον τῆς νυκτός, ὡς εἰς τὸ παντοίους μηχανᾶσθαι τοῖς ταλαιπώροις δοκοῦσιν ἐμπαιγμούς. 23Ἄρτι δὲ ἀλεκτρυὼν ἐκέκραγεν ὄρθριος, καὶ τὰ θηρία καθωπλικὼς ὁ Ἕρμων ἐν τῷ μεγάλῳ περιστύλῳ διεκίνει. 24τὰ δὲ κατὰ τὴν πόλιν πλήθη συνήθροιστο πρὸς τὴν οἰκτροτάτην θεωρίαν, προσδοκῶντα τὴν πρωίαν μετὰ σπουδῆς. 25οἱ δὲ Ἰουδαῖοι κατὰ τὸν ἀμερῆ ψυχουλκούμενοι χρόνον, πολύδακρυν ἱκετίαν ἐν μέλεσιν γοεροῖς τείνοντες τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐδέοντο τοῦ μεγίστου θεοῦ πάλιν αὐτοῖς βοηθῆσαι συντόμως. 26οὔπω δὲ ἡλίου βολαὶ κατεπείροντο, καὶ τοῦ βασιλέως τοὺς φίλους ἐκδεχομένου, ὁ Ἕρμων παραστὰς ἐπικαλεῖ πρὸς τὴν ἔξοδον, ὑποδεικνὺς τὸ πρόθυμον τοῦ βασιλέως ἐν ἑτοίμῳ κεῖσθαι. 27τοῦ δὲ ἀποδεξαμένου καὶ καταπλαγέντος ἐπὶ τῇ ἀνόμῳ ἐξόδῳ, κατὰ πάντα ἀγνωσίᾳ κεκρατημένος ἐπυνθάνετο, ὅτι τὸ διασαφούμενον ἔτι αὐτῷ μετὰ σπουδῆς τετέλεσται. 28τοῦτο δὲ ἦν ἐνέργεια τοῦ πάντα δεσποτεύοντος θεοῦ, τῶν πρὶν αὐτῷ μεμηχανημένων λήθην κατὰ διάνοιαν ἐντεθεικότος. 29ὑπεδείκνυεν ὁ Ἕρμων καὶ πάντες οἱ φίλοι τὰ θηρία καὶ τὰς δυνάμεις Ἡτοίμασται, βασιλεῦ, κατὰ τὴν σὴν ἐκτενῆ πρόθεσιν. 30ὁ δὲ ἐπὶ τοῖς ῥηθεῖσιν πληρωθεὶς βαρεῖ χόλῳ, διὰ τὸ περὶ τούτων προνοίᾳ θεοῦ διεσκεδάσθαι πᾶν αὐτοῦ νόημα, ἐνατενίσας μετὰ ἀπειλῆς εἶπεν 31Ὅσοι γονεῖς παρῆσαν ἢ παίδων γόνοι, τήνδε θηρσὶν ἀγρίοις ἐσκεύασαν δαψιλῆ θοῖναν ἀντὶ τῶν ἀνεγκλήτων ἐμοὶ καὶ προγόνοις ἐμοῖς ἀποδεδιγμένων ὁλοσχερῆ βεβαίαν πίστιν ἐξόχως Ἰουδαίων. 32καίπερ εἰ μὴ διὰ τὴν τῆς συστροφίας στοργὴν καὶ τῆς χρείας, τὸ ζῇν ἀντὶ τούτων ἐστερήθης. 33οὕτως ὁ Ἕρμων ἀπροσδόκητον ἐπικίνδυνον ὑπήνεγκεν ἀπειλήν· καὶ τῇ ὁράσει καὶ τῷ προσώπῳ συνεστάλη. 34ὁ καθ᾽ εἷς δὲ τῶν φίλων σκυθρωπῶς ὑπεκρέων, τοὺς συνηθροισμένους ἀπέλυσαν ἕκαστον ἐπὶ τὴν ἰδίαν ἀσχολίαν. 35οἵ τε Ἰουδαῖοι τὰ παρὰ τοῦ βασιλέως ἀκούσαντες, τὸν ἐπιφανῆ θεὸν Κύριον, βασιλέα τῶν βασιλευόντων, ᾔνουν, καὶ τῆσδε τῆς βοηθείας αὐτοῦ τετευχότες. 36Κατὰ δὲ τοὺς αὐτοὺς νόμους ὁ βασιλεὺς συστησάμενος πᾶν τὸ συμπόσιον, εἰς εὐφροσύνην τραπῆναι παρεκάλει. 37τὸν δὲ Ἕρμωνα προσκαλεσάμενος μετὰ ἀπειλῆς εἶπεν Ποσάκις δὲ δεῖ σοι περὶ τούτων αὐτῶν σοι προστάττειν, ἀθλιώτατε; 38τοὺς ἐλέφαντας ἔτι καὶ νῦν καθόπλισον εἰς τὴν αὔριον ἐπὶ τὸν τῶν Ἰουδαίων ἀφανισμόν. 39οἱ δὲ συνανακείμενοι συγγενεῖς τὴν ἀσταθῆ διάνοιαν αὐτοῦ θαυμάζοντες, προεφέροντο τάδε 40Βασιλεῦ, μέχρι τίνος ὣς ἡμᾶς διαπειράζεις, προστάσσων ἤδη τρίτον αὐτοὺς ἀφανίσαι, καὶ πάλιν ἐπὶ τῶν πραγμάτων ἐκ μεταβολῆς ἀναλύων τὰ σοὶ δεδογμένα; 41ὧν χάριν ἡ πόλις διὰ τὴν προσδοκίαν ὀχλεῖ· καὶ πληθύουσα συστροφαῖς ἤδη καὶ κινδυνεύει πολλάκις διαρπασθῆναι. 42Ὅθεν ὁ κατὰ πάντα Φάλαρις βασιλεὺς ἐνπληθυνθεὶς ἀλογιστίας, καὶ τὰς γινομένας πρὸς ἐπισκοπὴν τῶν Ἰουδαίων ἐν αὐτῷ μεταβολὰς τῆς ψυχῆς παρ᾽ οὐδὲν ἡγούμενος, ἀτελέστατον βεβαίως ὅρκον ὁρισάμενος τούτους μὲν ἀνυπερθέτως πέμψειν εἰς ᾅδην ἐν γόνασιν καὶ ποσὶν θηρίων ᾐκισμένους, 43ἐπιστρατεύσαντα δὲ ἐπὶ τὴν Ἰουδαίαν, ἰσόπεδον πυρὶ καὶ δόρατι στήσεσθαι διὰ τάχους, καὶ τὸν ἄβατον ἡμῖν αὐτῶν ναὸν πυρὶ πρή[σα]ν[τα] ἐν τάχει τῶν συντελούντων ἐκεῖ θυσίαν εἰς τὸν ἅπαντα χρόνον καταστήσειν. 44τότε περιχαρεῖς ἀναλύσαντες οἱ φίλοι καὶ συγγενεῖς μετὰ πίστεως, διέτασσον τὰς δυνάμεις ἐπὶ τοὺς εὐκαιροτάτους τόπους τῆς πόλεως πρὸς τὴν τήρησιν. 45ὁ δὲ ἐλεφαντάρχης τὰ θηρία σχεδόν, ὡς εἶπεν, εἰς κατάστεμα μανιῶδες ἀγιοχὼς εὐωδεστάτοις πόμασιν οἴνῳ λελιβανωμένῳ, φοβερῶς κεκοσμημένα κατασκευαῖς, 46περὶ τὴν ἕω, τῆς πόλεως ἤδη πλήθεσιν ἀναριθμήτοις κατὰ τοῦ ἱπποδρόμου καταμεμεστωμένης, εἰσελθὼν εἰς τὴν αὐλὴν ἐπὶ τὸ προκείμενον ὤτρυνε τὸν βασιλέα. 47ὁ δὲ ὀργῇ βαρείᾳ γεμίσας δυσσεβῆ φρένα, παντὶ τῷ βάρει σὺν τοῖς θηρίοις ἐξώρμησε, βουλόμενος ἀτρώτῳ καρδίᾳ καὶ κόραις ὀφθαλμῶν θεάσασθαι τὴν ἐπίπονον καὶ ταλαίπωρον τῶν προσεσημαμμένων καταστροφήν. 48ὡς δὲ τῶν ἐλεφάντων ἐξιόντων ἐπὶ πύλην, καὶ τῆς ἑπομένης ἐνόπλου δυνάμεως τῆς τε τοῦ πλήθους πορίας κονιορτὸν ἰδόντες, καὶ βαρυηχῆ θόρυβον ἀκούσαντες οἱ Ἰουδαῖοι, 49ὑστάτην βίου ῥοπὴν αὐτοῖς ἐκείνην δόξαντες εἶναι τὸ τέλος τῆς ἀθλιωτάτης προσδοκίας, εἰς οἶκτον καὶ γόους τραπέντες, κατεφίλουν ἀλλήλους, περιπλεκόμενοι τοῖς συγγενέσιν, ἐπὶ τοὺς τραχήλους ἐπιπίπτοντες, γονεῖς παισὶν καὶ μητέρες νεάνισιν· ἕτεραι δὲ νεογνὰ πρὸς μαστοὺς ἔχουσαι βρέφη τελευταῖον ἕλκοντα γάλα. 50οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς ἔμπροσθεν αὐτῶν γεγενημένας ἀντιλήμψεις ἐξ οὐρανοῦ συνιδόντες, πρηνεῖς ὁμοθυμαδὸν ῥίψαντες ἑαυτούς, καὶ τὰ νήπια χωρίσαντες τῶν μαστῶν, 51ἀνεβόησαν φωνῇ μεγάλῃ σφόδρα, τὸν τῆς ἁπάσης δυνάστην ἱκετεύοντες, οἰκτεῖραι μετὰ ἐπιφανείας αὐτοὺς ἤδη πρὸς πύλαις ᾅδου καθεστῶτας.

Dnevna Ograničenja Dosegnuta

Nadogradi svoj plan kako bi nastavio/nastavila koristiti AI značajke s većim dnevnim ograničenjima.

Usporedi sve planove →