Jérémie 48
1Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλασὰ ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετ᾽ αὐτοῦ, πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα. 2καὶ ἀνέστη Ἰσμαὴλ καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετ᾽ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς, 3καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετ᾽ αὐτοῦ ἐν Μασσηφὰ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ. 4καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω, 5καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχὲμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρίας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μάννα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου. 6καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς Ἰσμαήλ, αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς Εἰσέλθετε πρὸς Γοδολίαν. 7καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ. 8καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Ἰσμαήλ Μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. 9καὶ τὸ φρέαρ εἰς ὃ ἔριψεν ἐκεῖ Ἰσμαὴλ πάντας οὓς ἐπάταξεν, φρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ἀσὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως Ἰσραήλ· τοῦτο ἐνέπλησεν Ἰσμαὴλ τραυματιῶν. 10καὶ ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ Ἀχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμών. 11καὶ ἤκουσεν Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ᾽ αὐτοῦ πάντα τὰ κακὰ ἃ ἐποίησεν Ἰσμαήλ, 12καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτόν, καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών, 13καὶ ἐγένετο ὅτε εἶδεν πᾶς ὁ λαός ὁ μετὰ Ἰσμαὴλ τὸν Ἰωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ᾽ αὐτοῦ, 14καὶ ἀνέστρεψαν πρὸς Ἰωανάν. 15καὶ Ἰσμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις, καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμών. 16καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ᾽ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὓς ἀπέστρεψεν ἀπὸ Ἰσμαήλ, δυνατοὺς ἄνδρας ἐν πολέμῳ, καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ Γαβαών, 17καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρωχαμάα τὴν πρὸς Βηθλέεμ, τοῦ πορευθῆναι εἰς Αἴγυπτον 18ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν· ὅτι ἐπάταξεν Ἰσμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.