The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 25

LXX · Comparer · Audio

1ν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συνπεριφερόμενοι. 2τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, γέροντα μοιχὸν ἐλαττούμενον συνέσει. 3ἐν νεότητι οὐ συναγίοχας, καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου; 4ὡς ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν· 5ὡς ὡραία γερόντων σοφία, καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. 6στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου. 7Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ, καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης· ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν· 8μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ· 9μακάριος ὃς εὗρεν φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· 10ὡς μέγας ὁ εὑρὼν σοφίαν, ἀλλ᾽ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον· 11φόβος Κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν, ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται; 13Πᾶσαν πληγήν, καὶ μὴ πληγὴν καρδίας· καὶ πᾶσαν πονηρίαν, καὶ μὴ πονηρίαν γυναικός· 14πᾶσαν ἐπαγωγήν, καὶ μὴ ἐπαγωγὴν μισούντων· καὶ πᾶσαν ἐκδίκησιν, καὶ μὴ ἐκδίκησιν ἐχθρῶν. 15οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ. 16συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. 17πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς, καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς σάκκον· 18ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ ἀκούσας ἀνεστέναξεν πικρά. 19μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. 20ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. 21μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικός, καὶ γυναῖκα μὴ ἐπιποθήσῃς. 22ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. 23καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά· χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς. 24ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι᾽ αὐτὴν ἀποθνήσκομεν πάντες. 25μὴ δῷς ὕδατι διέξοδον, μηδὲ γυναικὶ πονηρᾷ ἐξουσίαν· 26εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.

Limite quotidienne atteinte

Mettez à jour votre plan pour continuer à utiliser les fonctionnalités de l'IA avec des limites quotidiennes plus élevées.

Comparer tous les forfaits →