LXX The First Book of the Maccabees Chapitre 10

The First Book of the Maccabees 10

LXX · Comparer · Audio

1Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανής, καὶ κατελάβετο Πτολεμαίδα, καὶ ἐπεδέξαντο αὐτὸν καὶ ἐβασίλευσεν ἐκεῖ. 2καὶ ἤκουσεν Δημήτριος ὁ βασιλεύς, καὶ συνήγαγεν δυνάμεις πολλὰς σφόδρα, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. 3καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν ἐπιστολὰς Δημήτριος λόγοις εἰρηνικοῖς, ὥστε μεγαλῦναι αὐτόν. 4εἶπεν γάρ Προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετ᾽ αὐτῶν, πρὶν ἢ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθ᾽ ἡμῶν. 5μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτόν, καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ καὶ εἰς τὸ ἔθνος αὐτοῦ. 6καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις, καὶ κατασκευάζειν ὅπλα, καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπεν παραδοῦναι αὐτῷ. 7Καὶ ἦλθεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ καὶ τῶν ἐκ τῆς ἄκρας. 8καὶ ἐφοβήθησαν φόβον μέγαν, ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις. 9καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωναθὰν τὰ ὅμηρα, καὶ ἀπέδωκαν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν. 10καὶ ᾤκησεν Ἰωναθὰν ἐν Ἰερουσαλήμ, καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. 11καὶ εἶπεν πρὸς τοὺς ποιοῦντας τὰ ἔργα οἰκοδομεῖν τὰ τείχη καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν, καὶ ἐποίησαν οὕτως. 12καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς οἰκοδόμησεν ὁ Βακχίδης. 13καὶ κατέλειπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. 14πλὴν ἐν Βεθσούροις ὑπελείφθησάν τινες τῶν καταλειπόντων τὸν νόμον καὶ τὰ προστάγματα· ἦν γὰρ αὐτοῖς φυγαδευτήριον. 15Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἀλέξανδρος τὰς ἐπαγγελίας ὅσας ἀπέστειλεν Δημήτριος τῷ Ἰωναθάν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους οὓς ἔσχοσαν. 16καὶ εἶπεν Μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσωμεν αὐτὸν φίλον καὶ σύμμαχον ἡμῶν. 17καὶ ἔγραψεν ἐπιστολὰς καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους λέγων 18Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωναθὰν χαίρειν. 19ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ ἀγαθὸς ἰσχύι καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῶν φίλος. 20καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου, καὶ φίλον βασιλέως καλεῖσθαι καὶ ἀπέστειλαν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν καὶ φρονεῖν τὰ ἡμῶν καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς. 21καὶ ἐνεδύσατο Ἰωναθὰν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας, καὶ συνήγαγεν δυνάμεις, καὶ κατεσκεύασεν ὅπλα πολλά. 22Καὶ ἤκουσεν Δημήτριος τοὺς λόγους τούτους, καὶ ἐλυπήθη, καὶ εἶπεν 23Τί τοῦτο ἐποιήσαμεν, ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταλαβέσθαι τοῖς Ἰουδαίοις εἰς στήριγμα; 24γράψω κἀγὼ αὐτοῖς λόγους παρακλήσεως καὶ ὕψους καὶ δομάτων, ὅπως ὦσιν σὺν ἐμοὶ εἰς βοήθειαν. 25καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. 26ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν. 27καὶ νῦν ἐνμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ ἀνθ᾽ ὧν ποιεῖτε μεθ᾽ ἡμῶν. 28καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλά, καὶ δώσομεν ὑμῖν δόματα. 29καὶ νῦν ἀπολύω ὑμᾶς καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων καὶ τῆς τιμῆς τοῦ ἁλός, καὶ ἀπὸ τῶν στεφάνων· 30καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς, καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν, ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα, τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα, καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρίτιδος καὶ Γαλιλαίας, ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν ἅπαντα χρόνον. 31καὶ Ἰερουσαλὴμ ἤτω ἁγία καὶ ἀφιεμένη καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη. 32ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἰερουσαλήμ, καὶ δίδωμι τῷ ἀρχιερεῖ ὅπως ἂν καταστῇ ἐν αὐτῇ ἄνδρας, οὓς ἂν ἐκλέξηται αὐτός, τοῦ φυλάσσειν αὐτήν. 33καὶ πᾶσαν ψυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρεάν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ κτηνῶν αὐτῶν. 34καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι καὶ ἡμέραι ἀποδεδιγμέναι, καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτήν, ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν πάσῃ τῇ βασιλείᾳ μου. 35καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος. 36καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια, ὡς καθήκει πάσαις ταῖς δυνάμεσιν τοῦ βασιλέως. 37καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασιν τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπ᾽ αὐτῶν καὶ οἱ ἄρχοντες ἐξ αὐτῶν ἔστωσαν, καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα. 38καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρίας, προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφ᾽ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλ᾽ ἢ τοῦ ἀρχιερέως. 39Πτολεμαίδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἰερουσαλὴμ εἰς τὴν προκαθήκουσαν δαπάνην τοῖς ἁγίοις. 40κἀγὼ δίδωμι κατ᾽ ἐνιαυτὸν δέκα πέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως, ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων. 41καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσωσιν εἰς τὰ ἔργα τοῦ οἴκου. 42καὶ ἐπὶ τούτοις πεντακισχιλίους σίκλους ἀργυρίου οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρώτοις ἔτεσιν, τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατ᾽ ἐνιαυτόν, καὶ ταῦτα ἀφίεται, διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν. 43καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἰεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ, ὀφίλων βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου. 44καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως. 45καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἰερουσαλήμ, καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομῆσαι τὰ τείχη ἐν τῇ Ἰουδαίᾳ. 46Ὡς δὲ ἤκουσεν Ἰωναθὰν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσεν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ἰσραήλ, καὶ ἔθλιψεν αὐτοὺς σφόδρα. 47καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας. 48καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας, καὶ παρενέβαλεν ἐξ ἐναντίας Δημητρίου. 49καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος, καὶ ἴσχυσεν ἐπ᾽ αὐτούς. 50καὶ ἐστερέωσεν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 51Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους λέγων 52Ἐπεὶ ἀνέστρεψα εἰς τὴν βασιλείαν μου καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν· 53καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφ᾽ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ· 54καὶ συνστήσωμεν πρὸς αὐτὸν φιλίαν· καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι, καὶ δώσω σοι δόματα καὶ αὐτῇ ἄξιά σου. 55καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς λέγων Ἀγαθὴ ἡμέρα, ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου, καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν. 56καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας· ἀλλὰ ἀπάντησον εἰς Πτολεμαίδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας. 57καὶ ἐξῆλθεν Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ ἦλθεν εἰς Πτολεμαίδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. 58καὶ ἀπήντησεν αὐτῷ Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐξέδετο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἐποίησεν τὸν γάμον αὐτῆς ἐν Πτολεμαίδι, καθὼς οἱ βασιλεῖς, ἐν δόξῃ μεγάλῃ. 59Καὶ ἔγραψεν ὁ βασιλεὺς Ἀλέξανδρος Ἰωνάθῃ ἐλθεῖν εἰς συνάντησιν αὐτῷ. 60καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαίδα, καὶ ἀπήντησεν τοῖς δυσὶν βασιλεῦσιν· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον καὶ τοῖς φίλοις αὐτῶν καὶ δόματα πολλά, καὶ εὗρεν χάριν ἐναντίον αὐτῶν. 61καὶ συνήχθησαν ἐπ᾽ αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραήλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατ᾽ αὐτοῦ· καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς. 62καὶ προσέταξεν αὐτοῖς ὁ βασιλεύς, καὶ ἐξέδυσεν Ἰωναθὰν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσεν αὐτὸν πορφύραν· καὶ ἐποίησαν οὕτως. 63καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ, καὶ εἶπεν τοῖς ἄρχουσιν αὐτοῦ Ἐξέλθατε μετ᾽ αὐτοῦ εἰς μέσον τῆς πόλεως, καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατὰ τούτου περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ ἐνοχλείτω περὶ παντὸς λόγου. 64καὶ ἐγένετο ὡς εἶδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξεν, καὶ περιβεβλημένον αὐτὸν σινδόνα, καὶ ἔφυγον πάντες. 65καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεύς, καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων, καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην. 66καὶ ἐπέστρεψεν Ἰωναθὰν εἰς Ἰερουσαλὴμ μετ᾽ εἰρήνης καὶ εὐφροσύνης. 67Καὶ ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθεν Δημήτριος ὁ υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ. 68καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεύς, καὶ ἐλυπήθη σφόδρα, καὶ ἀπέστρεψεν εἰς Ἀντιοχίαν. 69καὶ κατέστησεν Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ Κοίλης Συρίας, καὶ συνήγαγεν δύναμιν μεγάλην, καὶ παρενέβαλεν ἐν Ἰαμνείᾳ· καὶ ἀπέστειλεν πρὸς Ἰωναθὰν τὸν ἀρχιερέα, λέγων 70Σὺ μονώτατος ἐπαίρῃ ἐφ᾽ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ ὀνειδισμὸν διὰ σέ· καὶ διὰ τί ἐξουσιάζῃ ἐφ᾽ ἡμᾶς ἐν τοῖς ὄρεσιν; 71νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσίν σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συνκριθώμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετ᾽ ἐμοῦ ἐστιν δύναμις τῶν πόλεων. 72ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν· καὶ λέγουσιν Οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν, ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν. 73καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστιν λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν. 74Ὡς δε ἤκουσεν Ἰωναθὰν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ, καὶ ἐπέλεξεν δέκα χιλιάδας ἀνδρῶν, καὶ ἐξῆλθεν ἐξ Ἰερουσαλήμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ. 75καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν οἱ ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππῃ, καὶ ἐπολέμησαν αὐτήν. 76καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωναθὰν Ἰόππης. 77καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλεν τρισχιλίαν ἵππον καὶ δύναμιν πολλήν, καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων, καὶ ἅμα προσῆγεν εἰς τὸ πεδίον, καὶ διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπ᾽ αὐτήν. 78καὶ κατεδίωξεν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ ὀπίσω αὐτοῦ εἰς πόλεμον. 79καὶ ἀπέλειπεν Ἀπολλώνιος χιλίαν ἵππον κρυπτῶς κατόπισθεν αὐτῶν· 80καὶ ἔγνω Ἰωναθὰν ὅτι ἔστιν ἔνεδρον κατόπισθεν αὐτοῦ. καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολήν, καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωίθεν ἕως δείλης. 81ὁ δὲ λαὸς ἱστήκει καθὼς ἐπέταξεν Ἰωναθάν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν. 82καὶ εἵλκυσεν Σίμων τήν δύναμιν αὐτοῦ, καὶ συνῆψεν πρὸς τὴν φάλαγγα, ἡ γὰρ ἵππος ἐξελύθη· καὶ συνετρίβησαν ἀπ᾽ αὐτοῦ, καὶ ἔφυγαν. 83καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον, καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδώλιον αὐτῶν τοῦ σωθῆναι. 84καὶ ἐνεπύρισεν Ἰωναθὰν τὴν Ἄζωτον καὶ τὰς πὸλεις τὰς κύκλῳ αὐτῆς, καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν, καὶ τὸ ἱερὸν Δαγὼν καὶ τὸ ἱερὸν αὐτῆς ἐνεπύρισεν ἐν πυρί. 85καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐνπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους. 86καὶ ἀπῆρεν ἐκεῖθεν Ἰωναθάν, καὶ παρενέβαλεν εἰς Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ. 87καὶ ἐπέστρεψεν Ἰωναθὰν σὺν τοῖς παρ᾽ αὐτοῦ ἔχοντες σκῦλα πολλά. 88καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωναθάν. 89καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶν δίδοσθαι τοῖς συγγενεῦσιν τῶν βασιλέων· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.

Limite quotidienne atteinte

Mettez à jour votre plan pour continuer à utiliser les fonctionnalités de l'IA avec des limites quotidiennes plus élevées.

Comparer tous les forfaits →