LXX The Book of Tobit Luku 10

The Book of Tobit 10

LXX · Vertaa · Audio

1Καὶ Τωβεὶτ ὁ πατὴρ αὐτοῦ ἐλογίσατο ἑκάστης ἡμέρας· καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχετο, 2εἶπεν Μή ποτε κατῄσχυνται; ἢ μή ποτε ἀπέθανεν Γαβαήλ, καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον; 3καὶ ἐλυπεῖτο λίαν. 4εἶπεν δὲ αὐτῷ ἡ γυνή Ἀπώλετο τὸ παιδίον, διότι κεχρόνικεν· καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν 5Οὐ μέλει μοι, τέκνον, ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου; 6καὶ Τωβεὶτ λέγει αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ὑγιαίνει. 7καὶ εἶπεν αὐτῷ Σίγα, μὴ πλάνα με· ἀπώλετο τὸ παιδίον μου. καὶ ἐπορεύετο καθ᾽ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω οἵας ἀπῆλθεν, ἡμέρας τε ἄρτον οὐκ ἤσθιεν, τὰς δὲ νύκτας οὐ διελίμπανεν θρηνοῦσα Τωβείαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ῥαγουὴλ ποιῆσαι αὐτὸν ἐκεῖ. Εἶπεν δὲ Τωβείας τῷ Ῥαγουήλ Ἐξαπόστειλόν με, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με. 8εἶπεν δὲ αὐτῷ ὁ πενθερός Μεῖνον παρ᾽ ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ. 9καὶ Τωβείας λέγει Ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου. 10ἀναστὰς δὲ Ῥαγουὴλ ἔδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη, ἀργύριον· 11καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων Εὐοδώσει ὑμᾶς, τέκνα, ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ μὲ ἀποθανεῖν. 12καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ Τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν. καὶ ἐφίλησεν αὐτήν. καὶ Ἔδνα εἶπεν πρὸς Τωβείαν Ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσει σε ὁ κύριος τοῦ οὐρανοῦ, καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν.

Päivittäinen raja saavutettu

Päivitä palvelupakettia jatkaaksesi AI-ominaisuuksien käyttöä korkeammilla päivittäisillä rajoilla.

Vertaa kaikkia tilauksia →