LXX The Book of Baruch Luku 1

The Book of Baruch 1

LXX · Vertaa · Audio

1ΚΑΙ οὗτοι οἱ λόγοι τοῦ βιβλίου οὓς ἔγραψεν Βαροὺχ υἱὸς Νηρίου υἱοῦ Μαασαίου υἱοῦ Σεδεκίου υἱοῦ Ἁσαδίου υἱοῦ Χελκίου ἐν Βαβυλῶνι, 2ἐν τῷ ἔτει τῷ πέμπτῳ ἐν ἑβδόμῃ τοῦ μηνός, ἐν τῷ καιρῷ ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ἰερουσαλὴμ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί. 3καὶ ἀνέγνω Βαροὺχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ἰεχονίου υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον, 4καὶ ἐν ὠσίν τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων, καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων, καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σούδ. 5καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον Κυρίου, 6καὶ συνήγαγον ἀργύριον καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ. 7καὶ ἀπέστειλαν εἰς Ἰερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου υἱοῦ Σαλὼμ τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τοὺς εὑρεθέντας μετ᾽ αὐτοῦ ἐν Ἰερουσαλήμ, 8ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου Κυρίου τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ ἀποστρέψαι εἰς γῆν Ἰούδα, τῇ δεκάτῃ τοῦ Σειουάν, σκεύη ἀργυρᾶ ἃ ἐποίησεν Σεδεκίας υἱὸς Ἰωσεία βασιλεὺς Ἰούδα, 9μετὰ τὸ ἀποικίσαι Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ἰερουσαλήμ, καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα. 10Καὶ εἶπαν Ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον, καὶ ποιήσατε μάννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον Κυρίου θεοῦ ἡμῶν, 11καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτασὰρ υἱοῦ αὐτοῦ, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς. 12καὶ δώσει Κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτασὰρ υἱοῦ αὐτοῦ, καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν. 13καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ὅτι ⸂⸆⸃ ἡμάρτομεν τῷ κυρίῳ θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφ᾽ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης. 14Καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ, 15καὶ ἐρεῖτε τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, 16καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν, 17ὧν ἡμάρτομεν ἔναντι Κυρίου 18καὶ ἠπειθήσαμεν αὐτῷ, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασιν Κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν, 19ἀπὸ τῆς ἡμέρας ἧς ἐξήγαγεν Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς Κύριον θεὸν ἡμῶν, καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ. 20καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρὰ ἣν συνέταξεν Κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ ᾗ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι, ὡς ἡ ἡμέρα αὕτη. 21καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν ὧν ἀπέστειλεν πρὸς ἡμᾶς, 22καὶ ᾠχόμεθα ἕκαστος ἐν διανοίᾳ καρδίας αὐτοῦ τῆς πονηρᾶς ἐργάζεσθαι θεοῖς ἑτέροις, ποιῆσαι τὰ κακὰ κατ᾽ ὀφθαλμοὺς Κυρίου θεοῦ ἡμῶν.

Päivittäinen raja saavutettu

Päivitä palvelupakettia jatkaaksesi AI-ominaisuuksien käyttöä korkeammilla päivittäisillä rajoilla.

Vertaa kaikkia tilauksia →