Salmos 133
1ᾨδὴ τῶν ἀναβαθμῶν. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν· 2ἐν ταῖς νυξὶν ἐπάρατε χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν κύριον. 3εὐλογήσει σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.