LXX Job Capítulo 41

Job 41

LXX · Comparar · Audio

1οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας; οὐδὲ δέδοικας ὅτι ἡτοίμασταί μοι; 2τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς; ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ; εἰ πᾶσα ἡ ὑπ᾽ οὐρανὸν ἐμή ἐστιν, 3οὐ σιωπήσομαι δι᾽ αὐτόν, καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ. 4τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι; 5πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει; κύκλῳ ὀδόντων αὐτοῦ φόβος. 6τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι, σύνδεσμος αὐτοῦ ὥσπερ σμιρίτης λίθος· 7εἷς τοῦ ἑνὸς κολλῶνται, πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν· 8ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται· συνέχονται, καὶ οὐ μὴ ἀποσπασθῶσιν. 9ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου. 10ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαρριπτοῦνται ἐσχάραι πυρός. 11ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων· 12ἡ ψυχὴ αὐτοῦ ἄνθρακες, φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται. 13ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις, ἔμπροσθεν αὐτοῦ τρέχει ἀπωλία. 14σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται· καταχέει ἐπ᾽ αὐτόν, οὐ σαλευθήσεται. 15ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. 16στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις. 17ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν δόρυ καὶ θώρακα· 18ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν. 19οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον· ἥγηται μὲν πετροβόλον χόρτον, 20ὡς καλάμη ἐλογίσθησαν σφυρά, καταγελᾷ δὲ σεισμοῦ πυρφόρου. 21ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ᾽ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. 22ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον· ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλιπτρον, 23τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον εἰς περίπατον. 24οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου· 25πᾶν ὑψηλὸν ὁρᾷ, αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.

Límite diario alcanzado

Actualiza tu plan para continuar usando funciones de IA con límites diarios más altos.

Comparar todos los planes →