LXX The First Book of Esdras Capítulo 7

The First Book of Esdras 7

LXX · Comparar · Audio

1Τότε Σισίννης ἔπαρχος κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι, κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν, 2ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις. 3καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα, προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν. 4καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ἰσραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν. 5συνετελέσθη ὁ οἶκος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἀδὰρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου. 6καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ. 7καὶ προσήνεγκαν εἰς τὸν ἐνκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίας, 8χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα, πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα. 9καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων Κυρίου θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ, καὶ οἱ θυρωροὶ ἐφ᾽ ἑκάστου πυλῶνος. 10Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός, ὅτε ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἅμα 11καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας· ὅτι ἡγνίσθησαν. ὅτι οἱ Λευεῖται ἅμα πάντες ἡγνίσθησαν, 12καὶ ἔθυσαν τὸ πάσχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς. 13καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν κύριον. 14καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου, 15ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπ᾽ αὐτούς, κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου θεοῦ Ἰσραήλ.

Límite diario alcanzado

Actualiza tu plan para continuar usando funciones de IA con límites diarios más altos.

Comparar todos los planes →