LXX Psalm Chapter 82

Psalm 82

LXX · Compare · Audio

1δὴ ψαλμοῦ τῷ Ἀσάφ. 2Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός· 3ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· 4ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· 5εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι· 6ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο, 7τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλεῖται, Μωὰβ καὶ οἱ Ἁγγαρηνοί, 8Ναιβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· 9καὶ γὰρ καὶ Ἀσσοὺρ συνπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λώτ. διάψαλμα. 10ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισαρά, ὡς ὁ Ἰαβεὶν ἐν τῷ χειμάρρῳ Κεισών· 11ἐξολεθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡς κόπρος τῇ γῇ. 12θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζέβεε καὶ Σελμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν, 13οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ θεοῦ. 14ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. 15ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη, 16οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. 17πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, Κύριε. 18αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν· 19καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος εἶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

Daily Limit Reached

Upgrade your plan to continue using AI features with higher daily limits.

Compare all plans →