The First Book of the Maccabees 15

LXX · Compare · Audio

1Καὶ ἀπέστειλεν Ἀντίοχος υἱὸς Δημητρίου τοῦ βασιλέως ἐπιστολὰς ἀπὸ τῶν νήσων τῆς θαλάσσης Σίμωνι ἱερεῖ καὶ ἐθνάρχῃ τῶν Ἰουδαίων καὶ παντὶ τῷ ἔθνει. 2καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ἰουδαίων χαίρειν. 3ἐπειδή τινες λοιμοὶ κατεκράτησαν τῆς βασιλείας τῶν πατέρων ἡμῶν, βουλεύομαι δὲ ἀντιποιήσασθαι τῆς βασιλείας, ὅπως ἀποκαταστήσω αὐτὴν ὡς ἦν τὸ πρότερον· ἐξενολόγησα δὲ πλῆθος δυνάμεων καὶ κατεσκεύασα πλοῖα πολεμικά· 4βούλομαι δὲ ἐκβῆναι κατὰ τὴν χώραν, ὅπως μετέλθω τοὺς κατεφθαρκότας τὴν χώραν ἡμῶν καὶ τοὺς ἠρημωκότας πόλεις πολλὰς ἐν τῇ βασιλείᾳ· 5νῦν οὖν ἵστημί σοι πάντα τὰ ἀφαιρέματα ἃ ἀφῆκάν σοι οἱ πρὸ ἐμοῦ βασιλεῖς, καὶ ὅσα ἄλλα ἀφαιρέματα ἀφῆκάν σοι· 6ποιῆσαι κόμμα ἴδιον νόμισμα τῆς χώρας σου· 7Ἰερουσαλὴμ δὲ καὶ τὰ ἅγια εἶναι ἐλεύθερα· καὶ πάντα τὰ ὅπλα ὅσα κατεσκεύασας, καὶ τὰ ὀχυρώματα ἃ ᾠκοδόμησας, ὧν κρατεῖς, μενέτω σοι. 8καὶ πᾶν ὀφείλημα βασιλικὸν καὶ τὰ ἐσόμενα βασιλικά, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν ἅπαντα χρόνον, ἀφιέσθω σοι. 9ὡς δ᾽ ἂν καταστήσωμεν τὴν βασιλείαν ἡμῶν, δοξάσωμέν σε καὶ τὸ ἔθνος σου καὶ τὸ ἱερὸν δόξῃ μεγάλῃ, ὥστε φανερὰν γενέσθαι τὴν δόξαν ὑμῶν ἐν πάσῃ τῇ γῇ. 10Ἔτους τετάρτου καὶ ἑβδομηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν Ἀντίοχος εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ, καὶ συνῆλθον πρὸς αὐτὸν πᾶσαι αἱ δυνάμεις, ὥστε ὀλίγους εἶναι σὺν Τρύφωνι. 11καὶ ἐδίωξεν αὐτὸν Ἀντίοχος ὁ βασιλεύς, καὶ ἦλθεν εἰς Δωρὰ φεύγων τὴν ἐπὶ τὴν θάλασσαν. 12ᾔδει γὰρ ὅτι ἐπισυνῆκται ἐπ᾽ αὐτὸν κακά, καὶ ἀφῆκαν αὐτὸν αἱ δυνάμεις. 13καὶ παρενέβαλεν Ἀντίοχος ἐπὶ Δωρά, καὶ σύν αὐτῷ δώδεκα μυριάδες ἀνδρῶν πολεμιστῶν καὶ ὀκτακισχιλία ἵππος. 14καὶ ἐκύκλωσεν τὴν πόλιν, καὶ τὰ πλοῖα ἀπὸ θαλάσσης συνῆψαν· καὶ συνέθλιβεν τὴν πόλιν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς θαλάσσης, καὶ οὐκ εἴασεν οὐδένα ἐκπορεύεσθαι καὶ εἰσπορεύεσθαι. 15Καὶ ἦλθεν Νουμήνιος καὶ οἱ παρ᾽ αὐτοῦ ἐκ Ῥώμης ἔχοντες ἐπιστολὰς τοῖς βασιλεῦσι καὶ ταῖς χώραις, ἐν αἷς ἐγέγραπτο τάδε 16Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν. 17οἱ πρεσβευταὶ τῶν Ἰουδαίων ἦλθαν πρὸς ἡμᾶς φίλοι ἡμῶν καὶ σύμμαχοι, ἀνανεούμενοι τὴν ἐξ ἀρχῆς φιλίαν καὶ συμμαχίαν, ἀπεσταλμένοι ἀπὸ Σίμωνος τοῦ ἀρχιερέως καὶ τοῦ δήμου τῶν Ἰουδιάων· 18ἤνεγκαν δὲ ἀσπίδα χρυσῆν ἀπὸ μνῶν πεντακισχιλίων. 19ἤρεσεν οὖν ἡμῖν γράψαι τοῖς βασιλεῦσιν καὶ ταῖς χώραις, ὅπως μὴ ἐκζητήσωσιν αὐτοῖς κακά, καὶ μὴ πολεμήσωσιν αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν καὶ τὰς χώρας αὐτῶν, καὶ ἵνα μὴ συμμαχῶσιν τοῖς πολεμοῦσιν αὐτούς. 20ἔδοξεν δὲ ἡμῖν δέξασθαι τὴν ἀσπίδα παρ᾽ αὐτῶν. 21εἴ τινες οὖν λοιμοὶ διαπεφεύγασιν ἐκ τῆς χώρας αὐτῶν πρὸς ὑμᾶς, παράδοτε αὐτοὺς τῷ Σίμωνι τῷ ἀρχιερεῖ, ὅπως ἐκδικήσει αὐτοὺς κατὰ τὸν νόμον αὐτῶν. 22καὶ ταὐτὰ ἔγραψεν Δημητρίῳ τῷ βασιλεῖ καὶ Ἀττάλῳ καὶ Ἀράθῃ καὶ Ἀρσάκῃ, 23καὶ εἰς πάσας τὰς χώρας, καὶ Σαμψάκῃ, καὶ Σπαρτιάταις, καὶ εἰς Δῆλον καὶ εἰς Μύνδον καὶ εἰς Σικυῶνα καὶ εἰς τὴν Καρίδα καὶ εἰς Σάμον καὶ εἰς τὴν Παμφυλίαν καὶ Λυκίαν καὶ εἰς Ἁλικαρνασσὸν καὶ εἰς Κῶ καὶ εἰς Σίδην καὶ εἰς Ἄραδον καὶ εἰς Ῥόδον καὶ εἰς τὴν Φασήλιδα καὶ Γόρτυναν καὶ Κνίδον καὶ Κύπρον καὶ Κυρήνην. 24τὸ δὲ ἀντίγραφον αὐτῶν ἔγραψεν Σίμωνι τῷ ἀρχιερεῖ. 25Ἀντίοχος δὲ ὁ βασιλεὺς παρενέβαλεν ἐπὶ Δωρὰ ἐν τῇ δευτέρᾳ, προσάγων διὰ παντὸς αὐτῇ τὰς χεῖρας καὶ μηχανὰς ποιούμενος, καὶ συνέκλεισεν τὸν Τρύφωνα τοῦ εἰσπορεύεσθαι καὶ ἐκπορεύεσθαι. 26καὶ ἀπέστειλεν αὐτῷ Σίμων δισχιλίους ἄνδρας ἐκλεκτοὺς συμμαχῆσαι αὐτῷ καὶ ἀργύριον καὶ χρυσίον καὶ σκεύη ἱκανά. 27καὶ οὐκ ἠβούλετο αὐτὰ δέξασθαι, ἀλλὰ ἠθέτησεν πάντα ὅσα ἐσυνέθετο αὐτῷ τὸ πρότερον, καὶ ἠλλοτριοῦτο αὐτῷ. 28καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ, λέγων Ὑμεῖς κατακρατεῖτε τῆς Ἰόππης καὶ Γαζαρηνῶν καὶ τῆς ἄκρας ἐν Ἰερουσαλήμ, πόλεις τῆς βασιλείας μου. 29τὰ ὅρια αὐτῶν ἠρημώσατε, καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς, καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου. 30νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε, καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε, τῶν ὁρίων τῶν ἐκ τῆς Ἰουδαίας. 31εἰ δὲ μή, δότε ἀντ᾽ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου, καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια· εἰ δὲ μή, παραγενόμενοι ἐκπολεμήσουσιν ὑμᾶς. 32Καὶ ἦλθεν Ἀθηνόβιος φίλος τοῦ βασιλέως εἰς Ἰερουσαλήμ, καὶ εἶδεν τὴν δόξαν Σίμωνος καὶ κυλίκιον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανήν· καὶ ἐξίστατο, καὶ ἀπήγγειλεν αὐτοῖς τοὺς λόγους τοῦ βασιλέως. 33καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ Οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν, οὔτε ἀλλοτρίων κεκρατήκαμεν, ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν· ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήθη. 34ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν. 35περὶ δὲ Ἰόππης καὶ Γαζαρηνῶν αἰτεῖς· αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τῇ γῇ ἡμῶν· τούτων δώσομεν τάλαντα ἑκατόν. καὶ οὐκ ἀπεκρίθη αὐτῷ λόγον. 36ἀπέστρεψεν δὲ μετὰ θυμοῦ πρὸς τὸν βασιλέα, καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τούτους καὶ τὴν δόξαν Σίμωνος καὶ πάντα ὅσα εἶδεν· καὶ ὠργίσθη ὁ βασιλεὺς ὀργὴν μεγάλην. 37Τρύφων δὲ ἐμβὰς εἰς πλοῖον ἔφυγεν εἰς Ὀρθωσίαν. 38καὶ κατέστησεν ὁ βασιλεὺς τὸν Κενδεβαῖον ἐπιστράτηγον τῆς παραλίας, καὶ δυνάμεις πεζικὰς καὶ ἱππικὰς ἔδωκεν αὐτῷ. 39καὶ ἐνετείλατο αὐτῷ παρεμβάλλειν κατὰ πρόσωπον τῆς Ἰουδαίας· καὶ ἐνετείλατο αὐτῷ οἰκοδομῆσαι τὴν Κεδρὼν καὶ ὀχυρῶσαι τὰς πόλεις, καὶ ὅπως πολεμῇ τὸν λαόν· ὁ δὲ βασιλεὺς ἐδίωκε τὸν Τρύφωνα. 40καὶ παρεγενήθη Κενδεβαῖος εἰς Ἰαμνείαν, καὶ ἤρξατο τοῦ ἐρεθίζειν τὸν λαὸν καὶ ἐμβατεύειν εἰς τὴν Ἰουδαίαν καὶ αἰχμαλωτίζειν τὸν λαὸν καὶ φονεύειν. 41καὶ ᾠκοδόμησεν τὴν Κεδρών· καὶ ἔταξεν ἐκεῖ ἱππεῖς καὶ δυνάμεις ὅπως ἐκπορευόμενοι ἐξοδεύωσιν τὰς ὁδοὺς τῆς Ἰουδαίας, καθὰ συνέταξεν αὐτῷ ὁ βασιλεύς.

Daily Limit Reached

Upgrade your plan to continue using AI features with higher daily limits.

Compare all plans →