LXX The Book of Tobit Κεφάλαιο 11

The Book of Tobit 11

1Μετὰ ταῦτα ἐπορεύετο καὶ Τωβείας εὐλογῶν τὸν θεὸν ὅτι εὐόδωσεν τὴν ὁδὸν αὐτοῦ, καὶ κατευλόγει Ῥαγουὴλ καὶ Ἔδναν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτὸν εἰς Νινευή. 2Καὶ εἶπεν Ῥαφαὴλ πρὸς Τωβείαν Οὐ γινώσκεις, ἀδελφέ, πῶς ἀφῆκες τὸν πατέρα σου; 3προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν, 4λάβε δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθύος. καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν. 5καὶ Ἅννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς, 6καὶ προσενόησεν αὐτὸν ἐρχόμενον· εἶπεν τῷ πατρὶ αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾽ αὐτοῦ. 7καὶ Ῥαφαὴλ εἶπεν Ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου· 8σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε. 9Καὶ προσδραμοῦσα Ἅννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς, καὶ εἶπεν αὐτῷ Εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι. καὶ ἔκλαυσαν ἀμφότεροι. 10καὶ Τωβεὶτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν· ὁ δὲ υἱὸς προσέδραμεν αὐτῷ, 11καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ, καὶ προσέπασεν τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων Θάρσει, πάτερ. 12ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, 13καὶ ἐλεπίσθη ἀπὸ τῶν κανθῶν τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, 14καὶ ἔκλαυσεν καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοι ἄγγελοί σου, 15ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με· ἰδοὺ βλέπω Τωβείαν τὸν υἱόν μου. καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων, καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδείᾳ. 16Καὶ ἐξῆλθεν Τωβείας εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ, χαίρων καὶ εὐλογῶν τὸν θεόν, πρὸς τῇ πύλῃ Νινευή. καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψεν· 17καὶ Τωβεὶτ ἐξωμολογεῖτο ἐνώπιον αὐτοῦ ὅτι ἠλέησεν αὐτοὺς ὁ θεός. καὶ ὡς ἤγγισεν Τωβεὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων Ἔλθοις ὑγιαίνουσα, θύγατερ· εὐλογητὸς ὁ θεός, ὃς ἤγαγέν σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου. καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευὴ ἀδελφοῖς αὐτοῦ. 18καὶ παρεγένετο Ἀχιάχαρος καὶ Νασβᾶς ὁ ἐξάδελφος αὐτοῦ, 19καὶ ἤχθη ὁ γάμος Τωβεία μετ᾽ εὐφροσύνης ἑπτὰ ἡμέρας.

Ημερήσιο Όριο Φτάσιμο

Αναβαθμίστε το πακέτο σας για να συνεχίσετε να χρησιμοποιείτε τις λειτουργίες ΑΙ με υψηλότερα ημερήσια όρια.

Σύγκριση όλων των προγραμμάτων →