Ψαλμοί 75
1Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ, ᾠδή, πρὸς τὸν Ἀσσύριον. 2Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. 3καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών· 4ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· ἐκεῖ συνκλάσει τὰ κέρατα. διάψαλμα. 5φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. 6ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν. 7ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους. 8σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου; 9ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν, 10ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν, θεόν, τοῦ σῶσαι πάντας τοὺς πρᾳεῖς τῇ καρδίᾳ. διάψαλμα. 11ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐνκατάλιμμα ἐνθυμίου ἑορτάσει σοι. 12εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα 13τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.