The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 14
1Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας· 2μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ. 3ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα; 4ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. 5ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται; καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ. 6τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· 7κἂν εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ, καὶ ἐπ᾽ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ. 8πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς. 9πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι, καὶ ἀδικία πονηρὰ ἀναξηρανεῖ ψυχήν. 10ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ᾽ ἄρτῳ, καὶ ἐνλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ. 11Τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτόν, καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε· 12μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· 13πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ. 14μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθάτω. 15οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, καὶ τοὺς κόπους σου εἰς διαίρεσιν κλήρου; 16δὸς καὶ λάβε, καὶ ἀπάτησον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν. 17πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· ἡ γὰρ διαθήκη ἀπ᾽ αἰῶνος Θανάτῳ ἀποθανῇ. 18ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει· οὕτως γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται. 19πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ᾽ αὐτοῦ ἀπελεύσεται. 20Μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ τελευτήσει, καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται· 21ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται. 22ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε. 23ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται· 24ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, καὶ πήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς· 25στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρας αὐτῆς, καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν· 26θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται· 27σκεπασθήσεται ὑπ᾽ αὐτῆς ἀπὸ καύματος, καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.