LXX The Second Book of the Maccabees Κεφάλαιο 13

The Second Book of the Maccabees 13

1Τῷ δὲ ἐνάτῳ καὶ τεσσερακοστῷ καὶ ἑκατοστῷ ἔτει προσέπεσεν τοῖς περὶ τὸν Ἰούδαν Ἀντίοχον τὸν Εὐπάτορα παραγενέσθαι σὺν πλήθεσιν ἐπὶ τὴν Ἰουδαίαν, 2καὶ σὺν αὐτῷ Λυσίαν τὸν ἐπίτροπον καὶ ἐπὶ τῶν πραγμάτων, ἕκαστον ἔχοντα δὺναμιν Ἑλληνικὴν πεζῶν μυριάδας ἕνδεκα καὶ ἱππέων πεντακισχιλίους τριακοσίους καὶ ἐλέφαντας εἴκοσι δύο, ἅρματα δὲ δρεπανηφόρα τριακόσια. 3συνέμιξεν δὲ αὐτοῖς καὶ Μενέλαος, καὶ παρεκάλει μετὰ πολλῆς εἰρωνίας τὸν Ἀντίοχον, οὐκ ἐπὶ σωτηρίας τῆς πατρίδος, οἰόμενος δὲ ἐπὶ τῆς ἀρχῆς κατασταθήσεσθαι. 4ὁ δὲ βασιλεὺς τῶν βασιλέων ἐξήγειρεν τὸν θυμὸν τοῦ Ἀντιόχου ἐπὶ τὸν ἀλιτήριον, καὶ Λυσίου ὑποδείξαντος τοῦτον αἴτιον τῶν κακῶν εἶναι καὶ πάντων προσέταξεν, ὡς ἔθος ἐστὶν ἐν τῷ τόπῳ, προσαπολέσαι, ἀγαγόντας εἰς Βέροιαν. 5ἔστιν δὲ ἐν τῷ τόπῳ πύργος πεντήκοντα πήχεων πλήρης σποδοῦ, ὄργανον δὲ εἶχεν περιφερὲς πάντοθεν ἀπόκρημνον εἰς τὴν σποδόν. 6ἐνταῦθα τὸν ἱεροσυλίας ἔνοχον, ἢ καί τινων ἄλλων κακῶν ὑπεροχὴν πεποιημένον, ἅπαντες προσωθοῦσιν εἰς ὄλεθρον. 7τοιούτῳ μόρῳ τὸν παράνομον συνέβη θανεῖν, μηδὲ τῆς γῆς τυγχάνοντα Μενέλαον· 8πάνυ δικαίως· ἐπεὶ γὰρ συνετελέσατο πολλὰ περὶ τὸν βωμὸν ἁμαρτήματα, οὗ τὸ πῦρ ἁγνὸν ἦν καὶ ἡ σποδός, ἐν σποδῷ τὸν θάνατον ἐκομίσατο. 9Τοῖς δὲ φρονήμασιν ὁ βασιλεὺς βεβαρημένος ἤρχετο, τὰ χείριστα τῶν ἐπὶ τοῦ πατρὸς αὐτοῦ γεγονότων ἐνδειξόμενος τοῖς Ἰουδαίοις. 10μεταλαβὼν δὲ Ἰούδας ταῦτα, παρήγγειλεν τῷ πλήθει δι᾽ ἡμέρας καὶ νυκτὸς ἐπικαλέσασθαι τὸν κύριον, εἴ ποτε καὶ ἄλλοτε, καὶ νῦν ἐπιβοηθεῖν 11τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσιν, καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι. 12πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως, παρακαλέσας αὐτοὺς ὁ Ἰούδας ἐκέλευσεν παραγίνεσθαι. 13καθ᾽ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τὸ στράτευμα τοῦ βασιλέως ἐπὶ τὴν Ἰουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς, ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ θεοῦ βοηθείᾳ. 14δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κυρίῳ τοῦ κόσμου, παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων, ἱεροῦ, πόλεως, πατρίδος, πολιτίας· περὶ δὲ Μωδιεὶμ ἐποιήσατο τὴν στρατιάν. 15ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα θεοῦ νίκην, μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλήν, τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους, καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ᾽ οἰκίαν ὄντι συνέθηκεν· 16καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν, καὶ ἐξέλυσαν εὐημεροῦντες. 17ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει, διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην. 18Ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ἰουδαίων εὐτολμίας, κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους, 19καὶ ἐπὶ Βαιθσούροις φρούριον ὀλίγον τῶν Ἰουδαίων· προσῆγεν, ἐτροποῦτο, προσενέκρουσεν, ἠλαττονοῦτο. 20τοῖς δὲ ἔνδον Ἰούδας τὰ δέοντα εἰσέπεμψεν. 21προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ῥόδοκος ἐκ τῆς Ἰουδαικῆς τάξεως· ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη. 22ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσούροις, δεξιὰν ἔδωκεν, ἔλαβεν, ἀπῄει, 23προσέβαλεν τοῖς περὶ τὸν Ἰούδαν, ἥττων ἐγένετο, μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχίᾳ τὸν ἀπολελιμμένον ἐπὶ τῶν πραγμάτων, συνεχύθη, τοὺς Ἰουδαίους παρεκάλεσεν, ὑπετάγη, καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις, συνελύθη καὶ θυσίαν προσήγαγεν, ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον, ἐφιλανθρώπησεν 24καὶ τὸν Μακκαβαῖον ἐπεδέξατο, κατέλειπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γεννήρων Ἡγεμονίδην, 25ἦλθεν εἰς Πτολεμαίδα· ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς, ἐδειλίαζον γὰρ ὑπεράγαν· ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις. 26προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας, ἀπελογήσατο ἐνδεχομένως, συνέπεισεν καὶ κατεπρᾴυνεν, εὐμενεῖς ἐποίησεν, ἀνέζευξεν εἰς Ἀντιοχίαν. οὕτω τὰ τῆς ἐφόδου τοῦ βασιλέως καὶ τῆς ἀναζυγῆς ἐχώρησεν.

Ημερήσιο Όριο Φτάσιμο

Αναβαθμίστε το πακέτο σας για να συνεχίσετε να χρησιμοποιείτε τις λειτουργίες ΑΙ με υψηλότερα ημερήσια όρια.

Σύγκριση όλων των προγραμμάτων →