LXX Psalmen Kapitel 17

Psalmen 17

LXX · Vergleichen · Audio

1Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυείδ, ἃ ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ᾗ ἐρύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ· 2καὶ εἶπεν· Ἀγαπήσω σε, Κύριε ἰσχύς μου. 3Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου· ὁ θεός μου βοηθός, καὶ ἐλπιῶ ἐπ᾽ αὐτόν· ὑπερασπιστής μου καὶ κέρας σωτηρίας, ἀντιλήμπτωρ μου. 4αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. 5περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με· 6ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. 7καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον, καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. 8καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός. 9ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐναντίον αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπ᾽ αὐτοῦ. 10καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. 11καὶ ἐπέβη ἐπὶ χερουβεὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. 12καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. 13ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. 14καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ· 15καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς. 16καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐνπνεύσεως πνεύματος ὀργῆς σου. 17ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, προσέλαβε ἐξ ὑδάτων πολλῶν. 18ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ. 19προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου, 20καὶ ἐξήγαγέν με εἰς πλατυσμόν· ῥύσεταί με, ὅτι ἠθέλησέν με. 21ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με. καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. 22ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου· 23ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ᾽ ἐμοῦ. 24καὶ ἔσομαι ἄμωμος μετ᾽ αὐτοῦ, καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. 25καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. 26μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, 27καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις. 28ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις· 29ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε· ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου. 30ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος. 31ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπ᾽ αὐτόν. 32ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου; καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν; 33ὁ θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου· 34ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με· 35διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου· 36καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου· καὶ ἡ παιδία σου ἀνώρθωσέν με εἰς τέλος, καὶ ἡ παιδία σου, αὐτή με διδάξει. 37ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. 38καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτούς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν· 39ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 40καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾽ ἐμὲ ὑποκάτω μου. 41καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας. 42ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. 43καὶ λεπτυνῶ αὐτοὺς ὡς χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς. 44ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι, 45εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, 46υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν. 47ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ θεός μου, καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου· 48ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπ᾽ ἐμέ, 49ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων· ἀπὸ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ ὑψώσεις με, ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με. 50διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ· 51μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Tägliches Limit erreicht

Aktualisieren Sie Ihren Plan, um KI-Funktionen mit höheren täglichen Limits weiter nutzen zu können.

Alle Tarife vergleichen →