The Book of Wisdom or The Wisdom of Solomon 8

LXX · Vergleichen · Audio

1διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως, καὶ διοικεῖ τὰ πάντα χρηστῶς. 2Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς. 3εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα, καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν· 4μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης, καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ. 5εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ, τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ⸂⸆⸃ ἐργαζομένης; 6εἰ δὲ φρόνησις ἐργάζεται, τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις; 7καὶ εἰ δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί· σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. 8εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων. 9ἔκρινα τοίνυν ταύτην ἀγαγέσθαι πρὸς συμβίωσιν, εἰδὼς ὃτι ἔσται μοι σύμβουλος ἀγαθῶν, καὶ παραίνεσις φροντίδων καὶ λύπης. 10ἕξω δι᾽ αὐτὴν δόξαν ἐν ὄχλοις, καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος· 11ὀξὺς εὑρεθήσομαι ἐν κρίσει, καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι· 12σιγῶντά με περιμενοῦσιν, καὶ φθεγγομένῳ προσέξουσιν, καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν. 13ἕξω δι᾽ αὐτὴν ἀθανασίαν, καὶ μνήμην αἰώνιον τοῖς μετ᾽ ἐμὲ ἀπολείψω. 14διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι· 15φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί, ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος. 16εἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ· οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς, οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς, ἀλλὰ εὐφροσύνην καὶ χαράν. 17ταῦτα λογισάμενος ἐν ἐμαυτῷ καὶ φροντίσας ἐν καρδίᾳ μου ὅτι ἔστιν ἀθανασία ἐν συγγενείᾳ σοφίας, 18καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθή, καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπής, καὶ ἐν συνγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς, περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν. 19παῖς δὲ ἤμην εὐφυής, ψυχῆς τε ἔλαχον ἀγαθῆς, 20μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον. 21γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατὴς ἐὰν μὴ ὁ θεὸς δῷ, καὶ τοῦτο δ᾽ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις, ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου

Tägliches Limit erreicht

Aktualisieren Sie Ihren Plan, um KI-Funktionen mit höheren täglichen Limits weiter nutzen zu können.

Alle Tarife vergleichen →