LXX Jeremia Kapitel 34

Jeremia 34

LXX · Vergleichen · Audio

1Οὕτως εἶπεν Κύριος Ποίησον δεσμοὺς καὶ κλοιούς, καὶ περίθου περὶ τὸν τράχηλόν σου, 2καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ἰδουμαίας καὶ πρὸς βασιλέα Μωὰβ καὶ πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σειδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ἰερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα. 3καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν Οὕτως εἶπεν Κύριος ὁ θεὸς Ἰσραήλ Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν 4ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύι μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. 5ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ. 6καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπεν Κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ. 7καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶμ φαρμακῶν ὑμῶν τῶν λεγόντων Οὐ μὴ ἐργάσησθε τῷ βασιλεῖ Βαβυλῶνος, 8ὅτι ψευδῆ αὐτοὶ προφητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν. 9καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ· καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ. 10Καὶ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων Εἰσαγάγετε τὸν τράχηλον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος. 11ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν, 12ὅτι οὐκ ἀπέστειλα αὐτούς, φησὶν Κύριος, καὶ προφητεύουσιν τῷ ὀνόματί μου ἐπ᾽ ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς· καὶ ἀπολεῖσθε ὑμεῖς καὶ οἱ προφῆται ὑμῶν οἱ προφητεύοντες ὑμῖν ἐπ᾽ ἀδίκῳ ψευδῆ. 13ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν Κύριος Μὴ ἀκούετε τῶν λόγων τῶν προφητῶν τῶν προφητευόντων ὑμῖν λεγόντων Ἰδοὺ σκεύη οἴκου Κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν· 14οὐκ ἀπέστειλα αὐτούς. 15εἰ προφῆταί εἰσιν, καὶ εἰ ἔστιν λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι· 16ὅτι οὕτως εἶπεν Κύριος Καὶ τῶν ἐπιλοίπων σκευῶν, 17ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ἰεχονίαν ἐξ Ἰερουσαλήμ, 18εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει Κύριος.

Tägliches Limit erreicht

Aktualisieren Sie Ihren Plan, um KI-Funktionen mit höheren täglichen Limits weiter nutzen zu können.

Alle Tarife vergleichen →