The Second Book of the Maccabees 6

LXX · Vergleichen · Audio

1Μετ᾽ οὐ πολὺν δὲ χρόνον ἐξαπέστειλεν ὁ βασιλεὺς γέροντα Ἀθηναῖον, ἀναγκάζειν τοὺς Ἰουδαίους μεταβαίνειν ἀπὸ τῶν πατρίων νόμων, καὶ τοῖς τοῦ θεοῦ νόμοις μὴ πολιτεύεσθαι· 2μολῦναι δὲ καὶ τὸν ἐν Ἰεροσολύμοις νεὼ καὶ προσονομάσαι Διὸς Ὀλυμπίου, καὶ τὸν ἐν Γαριζεί[ν], καθὼς ἐτύγχανον οἱ τὸν τόπον οἰκοῦντες, Διὸς ξενίου. 3χαλεπὴ δὲ καὶ τοῖς ὅλοις ἦν δυσχερὴς ἡ ἐπίστασις τῆς κακίας. 4τὸ μὲν γὰρ ἱερὸν ἀσωτίας καὶ κώμων ὑπὸ τῶν ἐθνῶν ἐπεπληροῦτο ῥᾳθυμούντων μεθ᾽ ἑταιρῶν, καὶ ἐν τοῖς ἱεροῖς περιβόλων γυναιξὶ πλησιαζόντων, ἔτι δὲ τὰ μὴ καθήκοντα ἔνδον εἰσφερόντων. 5τὸ δὲ θυσιαστήριον τοῖς ἀποδιεσταλμένοις ἀπὸ τῶν νόμων ἀθεμίτοις ἐπεπλήρωτο. 6ἦν δ᾽ οὔτε σαββατίζειν, οὔτε πατρῴους ἑορτὰς διαφυλάττειν, οὔτε ἁπλῶς Ἰουδαῖον ὁμολογεῖν εἶναι. 7ἦγον δὲ μετὰ πικρᾶς ἀνάγκης εἰς τὴν κατὰ μῆνα τοῦ βασιλέως γενέθλιον ἡμέραν ἐπὶ σπλαγχνισμόν· γενομένης δὲ Διονυσίων ἑορτῆς ἠναγκάζοντο κισσοὺς ἔχοντες πομπεύειν τῷ Διονύσῳ. 8ψήφισμα δὲ ἐξέπεσεν εἰς τὰς ἀστυγείτονας Ἑλληνίδας πόλεις, Πτολεμαίου ὑποθεμένου, τὴν αὐτὴν ἀγωγὴν κατὰ τῶν Ἰουδαίων ἄγειν καὶ σπλαγχνίζειν, 9τοὺς δὲ μὴ προαιρουμένους μεταβαίνειν ἐπὶ τὰ Ἑλληνικὰ κατασφάζειν. παρῆν οὖν ὁρᾷν τὴν ἐνεστῶσαν ταλαιπωρίαν. 10δύο γὰρ γυναῖκες ἀνήχθησαν περιτετμηκυῖαι τὰ τέκνα· τούτων δὲ ἐκ τῶν μαστῶν κρεμάσαντες τὰ βρέφη, καὶ δημοσίᾳ περιαγαγόντες αὐτὰς τὴν πόλιν, κατὰ τοῦ τείχους ἐκρήμνισαν. 11ἕτεροι δὲ πλησίον συνδραμόντες εἰς τὰ σπήλαια λεληθότως ἄγειν τὴν ἑβδομάδα, μηνυθέντες τῷ Φιλίππῳ συνεφλογίσθησαν, διὰ τὸ εὐλαβῶς ἔχειν βοηθῆσαι αὑτοῖς κατὰ δόξαν τῆς σεμνοτάτης ἡμέρας. 12Παρακαλῶ οὖν τοὺς ἐντυγχάνοντας τῇδε τῇ βίβλῳ μὴ συστέλλεσθαι διὰ τὰς συμφοράς, λογίζεσθαι δὲ τὰς τιμωρίας μὴ πρὸς ὄλεθρον, ἀλλὰ πρὸς παιδίαν τοῦ γένους ἡμῶν εἶναι. 13καὶ γὰρ τὸ μὴ πολὺν χρόνον ἐᾶσθαι τοὺς δυσσεβοῦντας, ἀλλ᾽ εὐθέως περιπίπτειν τοῖς ἐπιτίμοις, μεγάλης εὐεργεσίας σημεῖόν ἐστιν. 14οὐ γὰρ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ἐθνῶν ἀναμένει μακροθυμῶν ὁ δεσπότης μέχρι τοῦ καταντήσαντας αὐτοὺς πρὸς ἐκπλήρωσιν ἁμαρτιῶν κολάσῃ, οὕτως καὶ ἐφ᾽ ἡμῶν ἔκρινεν εἶναι· 15ἵνα μὴ πρὸς τέλος ἀφικομένων ἡμῶν τῶν ἁμαρτιῶν ὕστερον ἡμᾶς ἐκδικᾷ. 16διόπερ οὐδέποτε μὲν τὸν ἔλεον ἀφ᾽ ἡμῶν ἀφίστησιν· παιδεύων δὲ μετὰ συμφορᾶς οὐκ ἐνκαταλείπει τὸν ἑαυτοῦ λαόν. 17πλὴν ἕως ὑπομνήσεως ταῦθ᾽ ἡμῖν εἰρήσθω· δι᾽ ὀλίγων δὲ ἐλευστέον ἐπὶ τὴν διήγησιν. 18Ἐλεάζαρός τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν καὶ τὴν πρόσοψιν τοῦ προσώπου κάλλιστος, ἀναχαίνων ἠναγκάζετο φαγεῖν ὕειον κρέας. 19ὁ δὲ τὸν μετ᾽ εὐκλείας θάνατον μᾶλλον ἢ τὸν μετὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσῆγεν, 20προπτύσας δέ, καθ᾽ ὃν ἔδει τρόπον προσέρχεσθαι τοὺς ὑπομένοντας ἀμύνασθαι ὧν οὐ θέμις γεύσασθαι διὰ τὴν πρὸς τὸ ζῇν φιλοστοργίαν. 21οἱ δὲ πρὸς τῷ παρανόμῳ σπλαγχνισμῷ τεταγμένοι διὰ τὴν ἐκ τῶν παλαιῶν χρόνων πρὸς τὸν ἄνδρα γνῶσιν ἀπολαμβάνοντες αὐτὸν κατ᾽ ἰδίαν ἐνεκάλουν, ἐνεγκόντα κρέα, οἷς καθῆκον αὐτῷ χρᾶσθαι, δι᾽ αὐτοῦ παρασκευασθέντα, ὑποκρῖναι δὲ ὡς ἐσθίοντα τὰ ὑπὸ τοῦ βασιλέως τεταγμένα τῶν ἀπὸ τῆς θυσίας κρεῶν, 22ἵνα τοῦτο πράξας ἀπολυθῇ τοῦ θανάτου, καὶ διὰ τὴν ἀρχαίαν πρὸς αὐτοὺς φιλίαν τύχοι φιλανθρωπίας. 23ὁ δὲ λογισμὸν ἀστεῖον ἀναλαβὼν καὶ ἄξιον τῆς ἡλικίας καὶ τῆς τοῦ γήρους ὑπεροχῆς καὶ τῆς ἐπικτήτου καὶ ἐπιφανοῦς πολιτείας καὶ τῆς ἐκ παιδὸς καλλίστης ἀναστροφῆς, μᾶλλον δὲ τῆς ἁγίας καὶ θεοκτίστου νομοθεσίας ἀκολούθως ἀπεφῄνατο, ταχέως λέγων προπέμπειν εἰς τὸν ᾅδην 24Οὐ γὰρ τῆς ἡμετέρας ἡλικίας ἄξιόν ἐστιν ὑποκριθῆναι, ἵνα πολλοὶ τῶν νέων ὑπολαβόντες Ἐλεάζαρον τὸν ἐνενηκονταετῆ μεταβεβηκέναι εἰς ἀλλοφυλισμόν, 25καὶ αὐτοὶ διὰ τὴν ἐμὴν ὑπόκρισιν καὶ διὰ τὸ μικρὸν καὶ ἀκαριαῖον ζῇν πλανηθῶσιν δι᾽ ἐμέ, καὶ μύσος καὶ κηλῖδα τοῦ γήρως κατακτήσωμαι. 26εἰ γὰρ καὶ ἐπὶ τοῦ παρόντος ἐξελοῦμαι τὴν ἐξ ἀνθρώπων τιμωρίαν, ἀλλὰ τὰς τοῦ παντοκράτορος χεῖρας οὔτε ζῶν οὔτε ἀποθανὼν ἐκφεύξομαι. 27διόπερ ἀνδρείως μὲν νῦν διαλλάξας τὸν βίον τοῦ μὲν γήρως ἄξιος φανήσομαι, 28τοῖς δὲ νέοις ὑπόδιγμα γενναῖον καταλελοιπὼς εἰς τὸ προθύμως καὶ γενναίως ὑπὲρ τῶν σεμνῶν καὶ ἁγίων νόμων ἀπευθανατίζειν. τοσαῦτα δὲ εἰπὼν ἐπὶ τὸ τύμπανον εὐθέως ἦλθεν, 29τῶνδε ἀγόντων πρὸς αὐτὸν τὴν μικρῷ πρότερον εὐμένειαν δυσμένειαν διὰ τὴν τῶν προειρημένων λόγων, ὡς αὐτοὶ ὑπελάμβανον, ἀπόνοιαν. 30μέλλων δὲ ταῖς πληγαῖς τελευτᾷν, ἀναστενάξας εἶπεν Τῷ κυρίῳ τῷ τὴν ἁγίαν γνῶσιν ἔχοντι φανερόν ἐστιν ὅτι δυνάμενος ἀπολυθῆναι τοῦ θανάτου, σκληρὰς ὑποφέρω κατὰ σῶμα ἀλγηδόνας μαστιγούμενος, κατὰ ψυχὴν δὲ ἡδέως διὰ τὸν αὐτοῦ φόβον ταῦτα πάσχω. 31καὶ οὗτος οὖν τοῦτον τὸν τρόπον μετήλλαξεν, οὐ μόνον τοῖς νέοις, ἀλλὰ καὶ τοῖς πλείστοις τοῦ ἔθνους τὸν ἑαυτοῦ θάνατον ὑπόδιγμα γενναιότητος καὶ μνημόσυνον ἀρετῆς καταλείπων.

Tägliches Limit erreicht

Aktualisieren Sie Ihren Plan, um KI-Funktionen mit höheren täglichen Limits weiter nutzen zu können.

Alle Tarife vergleichen →