LXX The Book of Judith Kapitel 15

The Book of Judith 15

LXX · Sammenlign · Lyd

1Καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες, ἐξέστησαν ἐπὶ τὸ γεγονός, 2καὶ ἐπέπεσεν ἐπ᾽ αὐτοὺς τρόμος καὶ φόβος, καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι, ἀλλ᾽ ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρινῆς. 3καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρινῇ κύκλῳ Βαιτυλουὰ καὶ ἐτράπησαν εἰς φυγήν· καὶ τότε οἱ υἱοὶ Ἰσραὴλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπ᾽ αὐτούς. 4καὶ ἀπέστειλεν Ὀζείας εἰς Βαιτομασθάιμ καὶ Χωβαὶ καὶ Χωλὰ καὶ εἰς πᾶν ὅριον Ἰσραὴλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων, καὶ ἵνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν. 5ὡς δὲ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ, πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ᾽ αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως Χωβά. ὡσαύτως δὲ καὶ οἱ ἐξ Ἰερουσαλὴμ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρινῆς, ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ οἱ ἐν Γαλαὰδ καὶ οἱ ἐν τῇ Γαλειλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ, ἕως οὗ παρῆλθον Δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς. 6οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες Βαιτυλουὰ ἐπέπεσαν τῇ παρεμβολῇ Ἀσσοὺρ καὶ ἐπρονόμευσαν αὐτούς, καὶ ἐπλούτησαν σφόδρα. 7οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν, καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων, ἦν γὰρ πλῆθος πολὺ σφόδρα. 8Καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν Ἰσραὴλ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθὰ ἃ ἐποίησεν Κύριος τῷ Ἰσραήλ, καὶ τοῦ ἰδεῖν τὴν Ἰουδεὶθ καὶ λαλῆσαι μετ᾽ αὐτῆς εἰρήνην. 9ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν, εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν Σὺ ὕψωμα Ἰερουσαλήμ, σὺ γαυρίαμα μέγα τοῦ Ἰσραήλ, σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν. 10ἐποίησας πάντα ταῦτα ἐν χειρί σου, ἐποίησας τὰ ἀγαθὰ μετὰ Ἰσραήλ, καὶ εὐδοκήσαι ἐπ᾽ αὐτοῖς ὁ θεός· εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον. καὶ εἶπεν πᾶς ὁ λαός Γένοιτο. 11καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ᾽ ἡμέρας τριάκοντα, καὶ ἔδωκαν τῇ Ἰουδεὶθ τὴν σκηνὴν Ὀλοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὅλκια καὶ πάντα τὰ σκευάσματα αὐτοῦ· καὶ λαβοῦσα αὕτη ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς, καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς, καὶ ἐσώρευσεν αὐτὰ ἐπ᾽ αὐτῶν. 12Καὶ συνέδραμεν πᾶσα γυνὴ Ἰσραὴλ τοῦ ἰδεῖν αὐτήν, καὶ εὐλόγησαν αὐτήν, καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν· καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς, καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ᾽ αὐτῆς, 13καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὕτη καὶ αἱ μετ᾽ αὐτῆς· καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν, καὶ ἠκολούθει πᾶς ἀνὴρ Ἰσραὴλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνων ἐν τῷ στόματι αὐτῶν. 14καὶ ἐξῆρχεν Ἰουδεὶθ τὴν ἐξομολόγησιν ταύτην ἐν παντὶ Ἰσραήλ, καὶ ὑπερεφώνει πᾶς ὁ λαὸς τὴν αἴνεσιν ταύτην·

Daglig grænse nået

Opgrader din plan for at fortsætte med at bruge AI-funktioner med højere daglige grænser.

Sammenlign alle planer →