LXX Isaiah Kapitel 12

Isaiah 12

LXX · Sammenlign · Lyd

1Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογῶ σε, Κύριε, διότι ὠργίσθης μοι, καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. 2ἰδοὺ ὁ θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ, καὶ οὐ φοβηθήσομαι· διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. 3καὶ ἀντλήσετε ὕδωρ μετ᾽ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. 4καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ· μιμνήσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. 5ὑμνήσατε τὸ ὄνομα Κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ. 6ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σειών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς.

Daglig grænse nået

Opgrader din plan for at fortsætte med at bruge AI-funktioner med højere daglige grænser.

Sammenlign alle planer →