The First Book of the Maccabees 4
1Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτός, 2ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί. 3καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαούμ, 4ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς. 5καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτός, καὶ οὐδένα εὗρεν· καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν, ὅτι εἶπεν Φεύγουσιν οὗτοι ἀφ᾽ ἡμῶν. 6καὶ ἅμα ἡμέρᾳ ὤφθη Ἰούδας ἐν τῷ πεδίῳ ἐν τρισχιλίοις ἀνδράσιν· πλὴν καλύμματα καὶ μάχαιραν οὐκ εἶχον καθὼς ἠβούλοντο. 7καὶ ἴδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν τεθωρακισμένην, καὶ ἵππον κυκλοῦσαν αὐτήν, καὶ οὗτοι διδακτοὶ πολέμου. 8καὶ εἶπεν Ἰούδας τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ Μὴ φοβεῖσθε τὸ πλῆθος αὐτῶν, καὶ τὸ ὅρμημα αὐτῶν μὴ δειλωθῆτε. 9μνήσθητε ὡς ἐσώθησαν οἱ πατέρες ἡμῶν ἐν θαλάσσῃ ἐρυθρᾷ, ὅτε ἐδίωξεν αὐτοὺς φαραὼ ἐν δυνάμει. 10καὶ νῦν βοήσωμεν εἰς οὐρανόν, εἰ θελήσει ἡμᾶς, καὶ μνησθήσεται διαθήκης πατέρων, καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον. 11καὶ γνώσονται πάντα τὰ ἔθνη, ὅτι ἔστιν ὁ λυτρούμενος καὶ σώζων τὸν Ἰσραήλ. 12καὶ ἦραν οἱ ἀλλόφυλοι τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἴδαν αὐτοὺς ἐχομένους ἐξ ἐναντίας, 13καὶ ἐξῆλθαν ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον, καὶ ἐσάλπισαν οἱ παρὰ Ἰούδου. 14καὶ συνῆψαν, καὶ συνετρίβησαν τὰ ἔθνη καὶ ἔφυγον εἰς τὸ πεδίον. 15οἱ δὲ ἔσχατοι πάντες ἔπεσαν ἐν ῥομφαίᾳ, καὶ ἐδίωξαν αὐτοὺς ἕως Γασήρων καὶ ἕως τῶν πεδίων τῆς Ἰουδαίας καὶ Ἀζώτου καὶ Ἰαννείας, καὶ ἔπεσαν ἐξ αὐτῶν εἰς ἄνδρας τρισχιλίους. 16Καὶ ἐπέστρεψεν Ἰούδας καὶ ἡ δύναμις ἀπὸ τοῦ διώκειν ὄπισθεν αὐτῶν, 17καὶ εἶπεν πρὸς τὸν λαόν Μὴ ἐπιθυμήσητε τῶν σκύλων, ὅτι πόλεμος ἐξ ἐναντίας ἡμῶν, 18καὶ Γοργίας καὶ ἡ δύναμις ἐν τῷ ὄρει ἐγγὺς ἡμῶν· ἀλλὰ στῆτε νῦν ἐναντίον τῶν ἐχθρῶν ἡμῶν καὶ πολεμήσατε αὐτούς, καὶ μετὰ ταῦτα λάβετε σκῦλα καὶ μετὰ παρρησίας. 19ἔτι πληροῦντος Ἰούδου ταῦτα, ὤφθη μέρος τι ἐκκύπτον ἐκ τοῦ ὄρους. 20καὶ ἴδεν ὅτι τετρόπωται, καὶ ἐνπυρίζουσιν τὴν παρεμβολήν· ὁ γὰρ καπνὸς ὁ θεωρούμενος ἐνεφάνιζε τὸ γεγονός. 21οἱ δὲ ταῦτα συνειδότες ἐδειλώθησαν σφόδρα· συνιδόντες δὲ καὶ τὴν Ἰούδα παρεμβολὴν ἐν τῷ πεδίῳ ἑτοίμην εἰς παράταξιν, 22ἔφυγον πάντες εἰς γῆν ἀλλοφύλων. 23καὶ Ἰούδας ἀνέστρεψεν ἐπὶ τὴν σκυλίαν τῆς παρεμβολῆς· καὶ ἔλαβεν χρυσίον καὶ ἀργύριον πολὺ καὶ ὑάκινθον καὶ πορφύραν καὶ θαλασσίαν καὶ πλοῦτον μέγαν. 24καὶ ἐπιστρέψαντες ὕμνουν καὶ ηὐλόγουν εἰς οὐρανόν Ὅτι καλὸν εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 25καὶ ἐγενήθη σωτηρία μεγάλη τῷ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26Ὅσοι δὲ τῶν ἀλλοφύλων διεσώθησαν, παραγενηθέντες ἀπήγγειλαν τῷ Λυσίᾳ πάντα τὰ συμβεβηκότα. 27ὁ δὲ ἀκούσας πάντα συνεχύθη καὶ ἠθύμει, ὅτι οὐχ οἷα ἤθελεν τοιαῦτα γέγονεν τῷ Ἰσραήλ, καὶ οὐχ οἷα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς ἐξέβη. 28Καὶ ἐν τῷ ἐρχομένῳ ἐνιαυτῷ συνελόχησεν ἀνδρῶν ἐπιλέκτων ἑξήκοντα χιλιάδας καὶ πεντακισχιλίαν ἵππον, ὥστε ἐκπολεμῆσαι αὐτούς. 29καὶ ἦλθον εἰς τὴν Ἰδουμαίαν, καὶ παρενέβαλον ἐν Βεθσούροις, καὶ συνήντησεν αὐτοῖς Ἰούδας ἐν δέκα χιλιάσιν ἀνδρῶν. 30καὶ ἴδεν τὴν παρεμβολὴν ἰσχυράν, καὶ προσηύξατο καὶ εἶπεν Εὐλογητὸς εἶ ὁ σωτὴρ Ἰσραήλ, ὁ συντρίψας τὸ ὅρμημα τοῦ δυνατοῦ ἐν χειρὶ τοῦ δούλου σου Δαυείδ, καὶ παρέδωκας τὴν παρεμβολὴν τῶν ἀλλοφύλων εἰς χεῖρας Ἰωνάθου υἱοῦ Σαοὺλ καὶ τοῦ αἴροντος τὰ σκεύη αὐτοῦ. 31σύνκλεισον τὴν παρεμβολὴν ταύτην εἰς χεῖρας λαοῦ σου Ἰσραήλ, καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν. 32δὸς αὐτοῖς δειλίαν, καὶ τῆξον θράσος ἰσχύος αὐτῶν, καὶ σαλευθήτωσαν τῇ συντριβῇ αὐτῶν. 33κατάβαλε αὐτοὺς ῥομφαίᾳ ἀγαπώντων σε, καὶ αἰνεσάτωσάν σε πάντες οἱ ἰδόντες τὸ ὄνομά σου ἐν ὕμνοις. 34καὶ συνέβαλλον ἀλλήλοις, καὶ ἔπεσον ἐκ τῆς παρεμβολῆς Λυσίου εἰς πεντακισχιλίους ἄνδρας, καὶ ἔπεσαν ἐξ ἐναντίας αὐτῶν. 35ἰδὼν δὲ Λυσίας τὴν γενομένην τροπὴν τῆς αὐτοῦ συντάξεως, τῆς δὲ Ἰούδα τὸ γεγενημένον θάρσος, καὶ ὡς ἕτοιμοί εἰσιν ἢ ζῇν ἢ τεθνηκέναι γενναίως, ἀπῆρεν εἰς Ἀντιοχίαν· καὶ ἐξενολόγει, καὶ πλεοναστὸν πάλιν γενηθέντα παραγενέσθαι εἰς τὴν Ἰουδαίαν. 36Εἶπεν δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰδοὺ συνετρίβησαν οἱ ἐχθροὶ ἡμῶν· ἀναβῶμεν καθαρίσαι τὰ ἅγια καὶ ἐνκαινίσαι. 37καὶ συνήχθη ἡ παρεμβολὴ πᾶσα, καὶ ἀνέβησαν εἰς ὄρος Σιών. 38καὶ ἴδον τὸ ἁγίασμα ἡμῶν ἠρημωμένον, καὶ τὸ θυσιαστήριον βεβηλωμένον, καὶ τὰς πύλας κατακεκαυμένας, καὶ ἐν ταῖς αὐλαῖς φυτὰ πεφυκότα ὡς ἐν δρυμῷ ἢ ὡς ἐν ἑνὶ τῶν ὀρέων, καὶ τὰ παστοφόρια καθῃρημένα. 39καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐκόψαντο κοπετὸν μέγαν, καὶ ἐπέθεντο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῶν. 40καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν τῶν σημασιῶν, καὶ ἐβόησαν εἰς οὐρανόν. 41τότε ἐπέταξεν Ἰούδας ἀνδράσιν πολεμεῖν τούς ἐν τῇ ἄκρᾳ, ἕως καθαρίσῃ τὰ ἅγια. 42Καὶ ἐπέλεξεν ἱερεῖς ἀμώμους θελητὰς νόμου· 43καὶ ἐκαθάρισαν τὰ ἅγια, καὶ ἦραν τοὺς λίθους τοῦ μιασμοῦ εἰς τόπον ἀκάθαρτον. 44καὶ ἐβουλεύσαντο περὶ τοῦ θυσιαστηρίου τῆς ὁλοκαυτώσεως τοῦ βεβηλωμένου, τί αὐτῷ ποιήσωσιν. 45καὶ ἔπεσεν αὐτοῖς βουλὴ ἀγαθή, καθελεῖν αὐτό, μή ποτε γένηται αὐτοῖς εἰς ὄνειδος, ὅτι ἐμίαναν τὰ ἔθνη αὐτό· καὶ καθεῖλον τὸ θυσιαστήριον. 46καὶ ἀπέθεντο τοὺς λίθους ἐν τῷ ὄρει τοῦ οἴκου ἐν τόπῳ ἐπιτηδείῳ, μέχρι τοῦ παραγενηθῆναι προφήτην τοῦ ἀποκριθῆναι περὶ αὐτῶν. 47καὶ ἔλαβον λίθους ὁλοκλήρους κατὰ τὸν νόμον, καὶ ᾠκοδόμησαν θυσιαστήριον καινὸν κατὰ τὸ πρότερον. 48καὶ ᾠκοδόμησαν τὰ ἅγια καὶ τὰ ἐντὸς τοῦ οἴκου, καὶ τὰς αὐλὰς ἡγίασεν. 49καὶ ἐποίησαν τὰ σκεύη τὰ ἅγια καινά, καὶ εἰσήνεγκαν τὴν λυχνίαν καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ θυμιαμάτων καὶ τὴν τράπεζαν εἰς τὸν ναόν. 50καὶ ἐθυμίασαν ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐξῆψαν τοὺς λύχνους τοὺς ἐπὶ τῆς λυχνίας· καὶ ἐφαίνοσαν ἐν τῷ ναῷ. 51καὶ ἐπέθηκαν ἐπὶ τὴν τράπεζαν ἄρτους, καὶ ἐξεπέτασαν τὰ καταπετάσματα· καὶ ἐτέλεσαν πάντα τὰ ἔργα ἃ ἐποίησαν. 52Καὶ ὤρθρισαν τὸ πρωὶ τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἐνάτου· οὗτος ὁ μὴν Χασελεὺ τοῦ ὀγδόου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ ἔτους. 53καὶ ἀνήνεγκαν θυσίαν κατὰ τὸν νόμον ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων τὸ καινὸν ὃ ἐποίησαν· 54κατὰ τὸν καιρὸν κατὰ τὴν ἡμέραν ἐν ᾗ ἐβεβήλωσαν αὐτὸ τὰ ἔθνη, ἐν ἐκείνῃ ἐνεκαινίσθη ἐν ᾠδαῖς καὶ κιθάραις καὶ κινύραις καὶ ἐν κυμβάλοις. 55καὶ ἔπεσον πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον, καὶ προσεκύνησαν καὶ ηὐλόγησαν εἰς οὐρανὸν τὸν εὐοδώσαντα αὐτούς. 56καὶ ἐποίησαν τὸν ἐγκαινιασμὸν τοῦ θυσιαστηρίου ἡμέρας ὀκτώ, καὶ προσήνεγκαν ὁλοκαυτώματα μετ᾽ εὐφροσύνης, καὶ ἔθυσαν θυσίαν σωτηρίου καὶ αἰνέσεως. 57καὶ κατεκόσμησαν τὸ κατὰ πρόσωπον τοῦ ναοῦ στεφάνοις χρυσοῖς καὶ ἀσπιδίσκαις, καὶ ἐνεκαίνισεν τὰς πύλας καὶ τὰ παστοφόρια, καὶ ἐθύρωσαν αὐτά. 58καὶ ἐγενήθη εὐφροσύνη μεγάλη ἐν τῷ λαῷ σφόδρα, καὶ ἀπεστράφη ὄνειδος ἐθνῶν. 59καὶ ἔστησεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἐκκλησία Ἰσραήλ, ἵνα ἄγωνται ἡμέραι ἐγκαινισμοῦ τοῦ θυσιαστηρίου ἐν τοῖς καιροῖς αὐτῶν ἐνιαυτὸν κατ᾽ ἐνιαυτὸν ἡμέρας ὀκτώ, ἀπὸ τῆς πέμπτης καὶ εἰκάδος τοῦ μηνὸς Χασελεύ, μετ᾽ εὐφροσύνης καὶ χαρᾶς. 60καὶ ᾠκοδόμησαν ἐν τῷ καιρῷ ἐκείνῳ τὸ ὄρος Σιών, κυκλόθεν τείχη ὑψηλὰ καὶ πύργους ἰσχυρούς, μή ποτε παραγενηθέντα τὰ ἔθνη καταπατήσωσιν αὐτά, ὡς ἐποίησαν τὸ πρότερον. 61καὶ ἀπέταξαν ἐκεῖ δύναμιν τηρεῖν αὐτό, καὶ ὠχύρωσαν αὐτὸ τηρεῖν τὴν Βεθσουρά, τοῦ ἔχειν τὸν λαὸν ὀχύρωμα κατὰ πρόσωπον τῆς Ἰδουμαίας.