LXX Psalm Kapitola 69

Psalm 69

LXX · Porovnat · Audio

1Εἰς τὸ τέλος· τῷ Δαυεὶδ εἰς ἀνάμνησιν, εἰς τὸ Σῶσαί με Κύριον. 2Ὁ θεός, εἰς τὴν βοήθειάν μου πρόσχες· 3αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν, ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά· 4ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι Εὖγε εὖγε. 5ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, καὶ λεγέτωσαν διὰ παντός Μεγαλυνθήτω ὁ θεός, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. 6ἐγὼ δὲ πτωχὸς καὶ πένης· ὁ θεός, βοήθησόν μοι· βοηθός μου καὶ ῥύστης μου εἶ σύ· Κύριε, μὴ χρονίσῃς.

Dosažen denní limit

Upgraďte svůj plán a pokračujte v používání funkcí AI s vyššími denními limity.

Porovnat všechny plány →