The Wisdom of Jesus the Son of Sirach, or Ecclesiasticus 42

LXX · Porovnat · Audio

1πὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀπὸ ἀποκαλύψεων λόγων κρυφίων· καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς, καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου. Μὴ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· 2περὶ νόμου Ὑψίστου καὶ διαθήκης, καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, 3περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, περὶ δόσεως κληρονομίας ἑταίρων, 4περὶ ἀκριβείας ζυγοῦ καὶ σταθμίων, περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, 5περὶ ἀδιαφόρου πράσεως καὶ ἐμπόρων, καὶ περὶ παιδείας τέκνων πολλῆς, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι· 6ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον· 7ὃ ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆμψις παντὶ ἐν γραφῇ· 8περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους, καὶ ἔσῃ πεπαιδευμένος ἀληθινῶς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. 9θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· ἐν νεότητι αὐτῆς μή ποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μή ποτε μισηθῇ· 10ἐν παρθενείᾳ μή ποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· μετὰ ἀνδρὸς οὖσα μή ποτε παραβῇ, καὶ συνῳκηκυῖα μή ποτε στειρώσῃ. 11ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μή ποτε ποιήσῃ σε ἐπίχαρμα ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχυνεῖ σε ἐν πλήθει πολλῶν. 12παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει, καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· 13ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής, καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. 14κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. 15Μνησθήσομαι δὲ τὰ ἔργα Κυρίου, καὶ ἃ ἑόρακα ἐκδιηγήσομαι· ἐν λόγοις Κυρίου τὰ ἔργα αὐτοῦ. 16ἥλιος φωτίζων κατὰ πᾶν ἐπέβλεψεν, καὶ τῆς δόξης αὐτοῦ πλῆρες τὸ ἔργον αὐτοῦ. 17οὐκ ἐνεποίησεν τοῖς ἁγίοις Κύριος ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ ἐστερέωσεν Κύριος ὁ παντοκράτωρ, στηριχθῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν. 18ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν, καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθην· ἔγνω γὰρ ὁ κύριος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος, 19ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ ἐπεσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων· 20οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ᾽ αὐτοῦ οὐδὲ εἷς λόγος. 21τὰ μεγαλεῖα τῆς σοφίας αὐτοῦ ἐκόσμησεν· καὶ ἕως ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. 22ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, καὶ ὡς σπινθῆρός ἐστιν θεωρῆσαι. 23πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει· 24πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐκλιπόν· 25ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαθά, καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;

Dosažen denní limit

Upgraďte svůj plán a pokračujte v používání funkcí AI s vyššími denními limity.

Porovnat všechny plány →