LXX The Book of Wisdom or The Wisdom of Solomon অধ্যায় 18

The Book of Wisdom or The Wisdom of Solomon 18

1τοῖς δὲ ὁσίοις σου μέγιστον ἦν φῶς. ὧν φωνὴν ἀκούοντες μορφὴν δὲ οὐχ ὁρῶντες, ὅτι μὲν οὖν κἀκεῖνοι ἐπεπόνθεισαν, ἐμακάριζον· 2ὅτι δ᾽ οὐ βλάπτουσιν προηδικημένοι, εὐχαριστοῦσιν, καὶ τοῦ διενεχθῆναι χάριν ἐδέοντο. 3ἀνθ᾽ ὧν πυριφλεγῆ στύλον, ὁδηγὸν μὲν ἀγνώστου ὁδοιπορίας, ἥλιον δὲ ἀβλαβῆ φιλοτίμου ξενιτείας παρέσχες. 4ἄξιοι μὲν γὰρ ἐκεῖνοι στερηθῆναι φωτὸς καὶ φυλακισθῆναι σκότει, οἱ κατακλείστους φυλάξαντες τοὺς υἱούς σου, δι᾽ ὧν ἤμελλεν τὸ ἄφθαρτον νόμου φῶς τῷ αἰῶνι δίδοσθαι. 5βουλευσαμένους αὐτοὺς τὰ τῶν ὁσίων ἀποκτεῖναι νήπια, καὶ ἑνὸς ἐκτεθέντος τέκνου καὶ σωθέντος, εἰς ἔλεγχον τὸ αὐτῶν ἀφείλω πλῆθος τέκνων, καὶ ὁμοθυμαδὸν ἀπώλεσας ἐν ὕδατι σφοδρῷ. 6ἐκείνη ἡ νὺξ προεγνώσθη πατράσιν ἡμῶν, ἵνα ἀσφαλῶς εἰδότες οἷς ἐπίστευσαν ὅρκοις ἐπευθυμήσωσιν. 7προσεδέχθη ὑπὸ λαοῦ σου σωτηρία μὲν δικαίων, ἐχθρῶν δὲ ἀπωλία. 8ὡς γὰρ ἐτιμωρήσω τοὺς ὑπεναντίους, τούτῳ ἡμᾶς προσκαλεσάμενος ἐδόξασας. 9κρυφῇ γὰρ ἐθυσίαζον ὅσιοι παῖδες ἀγαθῶν, καὶ τὸν τῆς θειότητος νόμον ἐν ὁμονοίᾳ διέθεντο, τῶν αὐτῶν ὁμοίως καὶ ἀγαθῶν καὶ κινδύνων μεταλήμψεσθαι τοὺς ἁγίους, πατέρων ἤδη προαναμελπόντων αἴνους. 10ἀντήχει δ᾽ ἀσύμφωνος ἐχθρῶν ἡ βοή, καὶ οἰκτρὰ διεφέρετο θρηνουμένων παίδων. 11ὁμοίᾳ δὲ δίκῃ δοῦλος ἅμα δεσπότῃ κολασθείς, καὶ δημότης βασιλεῖ τὰ αὐτὰ πάσχων· 12ὁμοθυμαδὸν δὲ πάντες ἐν ἑνὶ ὀνόματι θανάτου νεκροὺς εἶχον ἀναριθμήτους· οὐδὲ γὰρ πρὸς τὸ θάψαι οἱ ζῶντες ἦσαν ἱκανοί, ἐπεὶ πρὸς μίαν ῥοπὴν ἡ ἐντιμοτέρα γένεσις αὐτῶν διεφθάρη. 13πάντα γὰρ ἀπιστοῦντες διὰ τὰς φαρμακείας, ἐπὶ τῷ τῶν πρωτοτόκων ὀλέθρῳ ὡμολόγησαν θεοῦ υἱὸν λαὸν εἶναι. 14ἡσύχου γὰρ σιγῆς περιεχούσης τὰ πάντα καὶ νυκτὸς ἐν ἰδίῳ τάχει μεσαζούσης τὰ πάντα, 15ὁ παντοδύναμός σου λόγος ἀπ᾽ οὐρανῶν ἐκ θρόνων βασιλείων ἀπότομος πολεμιστὴς εἰς μέσον τῆς ὀλεθρίας ἥλατο γῆς· 16ξίφος ὀξὺ τὴν ἀνυπόκριτον ἐπιταγήν σου φέρων, καὶ στὰς ἐπλήρωσεν τὰ πάντα θανάτου· καὶ οὐρανοῦ μὲν ἥπτετο, βεβήκει δ᾽ ἐπὶ γῆς. 17τότε παραχρῆμα φαντασίαι μὲν ὀνείρων δεινῶς ἐξετάραξαν αὐτούς, φόβοι δὲ ἐπέστησαν ἀδόκητοι, 18καὶ ἄλλος ἀλλαχῇ ῥιφεὶς ἡμίθνητος δι᾽ ἣν ἔθνησκεν αἰτίαν ἐνεφάνιζεν· 19οἱ γὰρ ὄνειροι θορυβήσαντες αὐτοὺς τοῦτο προεμήνυσαν, ἵνα μὴ ἀγνοοῦντες δι᾽ ὃ κακῶς πάσχουσιν ἀπόλωνται. 20Ἥψατο δὲ καὶ δικαίων πεῖρα θανάτου, καὶ θραῦσις ἐν ἐρήμῳ ἐγένετο πλήθους· ἀλλ᾽ οὐκ ἐπὶ πολὺ ἔμεινεν ἡ ὀργή. 21σπεύσας γὰρ ἀνὴρ ἄμεμπτος προεμάχησεν, τὸ τῆς ἰδίας λειτουργίας ὅπλον προσευχὴν καὶ θυμιάματος ἐξιλασμὸν κομίσας· ἀντέστη τῷ θυμῷ καὶ πέρας ἐπέθηκε τῇ συμφορᾷ, δεικνὺς ὅτι σός ἐστιν θεράπων. 22ἐνίκησεν τὸν ὄχλον οὐκ ἰσχύι τοῦ σώματος, οὐχ ὅπλων ἐνεργείᾳ, ἀλλὰ λόγῳ τὸν κολάζοντα ὑπέταξεν, ὅρκους πατέρων καὶ διαθήκας ὑπομνήσας. 23σωρηδὸν γὰρ ἤδη πεπτωκότων ἐπ᾽ ἀλλήλων νεκρῶν, μεταξὺ στὰς ἀνέκοψε τὴν ὀργὴν καὶ διέσχισεν τὴν πρὸς τοὺς ζῶντας ὁδόν. 24⸂⸆⸃ ἐπὶ γὰρ ποδήρους ἐνδύματος ἦν ὅλος ὁ κόσμος, καὶ πατέρων δόξαι ἐπὶ τετραστίχου λίθου γλυφῆς, καὶ μεγαλωσύνη σου ἐπὶ διαδήματος κεφαλῆς αὐτοῦ. 25τούτοις εἶξεν ὁ ὀλοθρεύων, ταῦτα δὲ ἐφοβήθησαν· ἦν γὰρ μόνη ἡ πεῖρα τῆς ὀργῆς ἱκανή.

দৈনিক সীমা পূর্ণ হয়েছে

উচ্চতর দৈনিক সীমা সহ AI বৈশিষ্ট্যগুলি ব্যবহার চালিয়ে যেতে আপনার পরিকল্পনা আপগ্রেড করুন।

সব প্ল্যান তুলনা করুন →