LXX Jonah অধ্যায় 2

Jonah 2

1Καὶ προσέταξεν Κύριος κήτει μεγάλῳ καταπιεῖν τὸν Ἰωνᾶν· καὶ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 2καὶ προσηύξατο Ἰωνᾶς πρὸς Κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους, 3καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου. ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου· 4ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον. 5καὶ ἐγώ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἄρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου· 6περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, 7κατέβην εἰς γῆν ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω φθορὰ ζωῆς μου, Κύριε ὁ θεός μου, 8ἐν τῷ ἐκλιπεῖν ἀπ᾽ ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ ἡ εὐχή μου εἰς ναὸν ἅγιόν σου. 9φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον. 10ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι, ὅσα ηὐξάμην ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ. 11Καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ἰωνᾶν ἐπὶ τὴν ξηράν.

দৈনিক সীমা পূর্ণ হয়েছে

উচ্চতর দৈনিক সীমা সহ AI বৈশিষ্ট্যগুলি ব্যবহার চালিয়ে যেতে আপনার পরিকল্পনা আপগ্রেড করুন।

সব প্ল্যান তুলনা করুন →