LXX The Book of Judith 章 13

The Book of Judith 13

LXX · 比較 · 音声

1ς δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν· καὶ Βαγώας συνέκλεισεν τὴν σκηνὴν ἔξωθεν, καὶ ἀπέκλεισεν τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον. 2ὑπελείφθη δὲ Ἰουδεὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην ἑαυτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος. 3καὶ εἶπεν Ἰουδεὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς καθάπερ καθ᾽ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησεν κατὰ τὰ ῥήματα ταῦτα. 4καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου· καὶ στᾶσα Ἰουδεὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ ἑαυτῆς Κύριε ὁ θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου, εἰς ὕψωμα Ἰερουσαλήμ· 5ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦμα ἐχθρῶν οἳ ἐπανέστησαν ἡμῖν. 6καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης ὃς ἦν πρὸς κεφαλῆς Ὀλοφέρνου καθεῖλεν τὸν ἀκινάκην αὐτοῦ ἀπ᾽ αὐτοῦ, 7καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ, καὶ εἶπεν Κραταίωσόν με, ὁ θεὸς Ἰσραήλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ. 8καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύι αὐτῆς, καὶ ἀφεῖλεν τὴν κεφαλὴν αὐτοῦ, 9καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ⸂⸆⸃ ἀπὸ τῆς στρωμνῆς, καὶ ἀφεῖλε τὸ κωνώπιον ἀπὸ τῶν στύλων· καὶ μετ᾽ ὀλίγον ἐξῆλθεν καὶ παρέδωκεν τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ὀλοφέρνου, 10καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς· καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν. καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάραγγα ἐκείνην, καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλουά, καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς. 11Καὶ εἶπεν Ἰουδεὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν Ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην· μεθ᾽ ἡμῶν ὁ θεὸς ὁ θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ἰσραὴλ καὶ κράτος κατὰ τῶν ἐχθρῶν ἡμῶν, καθὰ καὶ σήμερον ἐποίησεν. 12καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως. 13καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν, ὅτι παράδοξον ἦν αὐτοῖς τοῦ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ἀπεδέξαντο αὐτάς· ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς. 14ἡ δὲ εἶπεν πρὸς αὐτοὺς φωνῇ μεγάλῃ Αἰνεῖτε τὸν θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν θεὸν ὃς οὐκ ἀπέστησεν τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραήλ, ἀλλ᾽ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ. 15καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξεν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσούρ, καὶ ἰδοὺ τὸ κωνώπιον ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ κύριος ἐν χειρὶ θηλείας. 16καὶ ζῇ Κύριος ὃς διεφύλαξέν με ἐν τῇ ὁδῷ μου ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ᾽ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην. 17καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα, καὶ κύψαντες προσεκύνησαν τῷ θεῷ καὶ εἶπαν ὁμοθυμαδόν Εὐλογητὸς εἶ ὁ θεὸς ἡμῶν ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου. 18καὶ εἶπεν αὐτῇ Ὀζείας Εὐλογητὴ σύ, θυγάτηρ, τῷ θεῷ τῷ ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ θεὸς ὃς ἔκτισεν τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέν σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν· 19ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν θεοῦ ἕως αἰῶνος. 20καὶ ποιήσαι σοι αὐτὰ ὁ θεὸς εἰς ὕψος αἰώνιον, τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθ᾽ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ᾽ ἐπεξῆλθες πτώματι ἡμῶν, ἐπ᾽ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ θεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς ὁ λαός Γένοιτο, γένοιτο.

1日の制限に達しました

プランをアップグレードして、より高い1日の制限でAI機能を使い続けてください。

すべてのプランを比較 →