LXX The Book of Judith Pasal 4

The Book of Judith 4

LXX · Bandingkan · Audio

1Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ κατοικοῦντες ἐν τῇ Ἰουδαίᾳ πάντα ὅσα ἐποίησεν Ὀλοφέρνης τοῖς ἔθνεσιν, ὁ ἀρχιστράτηγος Ναβουχοδονοσὸρ βασιλέως Ἀσσυρίων, καὶ ὃν τρόπον ἐσκύλευσεν πάντα τὰ ἱερὰ αὐτῶν καὶ ἔδωκεν αὐτὰ εἰς ἀφανισμόν· 2καὶ ἐφοβήθησαν σφόδρα σφόδρα ἀπὸ προσώπου αὐτοῦ, καὶ περὶ Ἰερουσαλὴμ καὶ τοῦ ναοῦ Κυρίου θεοῦ αὐτῶν ἐταράχθησαν. 3ὅτι προσφάτως ἦσαν ἀναβεβηκότες ἐκ τῆς αἰχμαλωσίας, καὶ νεωστὶ πᾶς ὁ λαὸς συνελέλεκτο τῆς Ἰουδαίας, καὶ τὰ σκεύη καὶ τὸ θυσιαστήριον καὶ ὁ οἶκος ἐκ τῆς βεβηλώσεως ἡγιασμένα ἦν. 4καὶ ἀπέστειλαν εἰς πᾶν ὅριον Σαμαρίας καὶ Κωνὰ καὶ Βαιθωρὼν καὶ Βαιλμάιν καὶ Ἰερειχὼ καὶ εἰς Χωβὰ καὶ Αἱσωρὰ καὶ τὸν αὐλῶνα Σαλήμ, 5καὶ προκατελάβοντο πάσας τὰς κορυφὰς τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐτειχίσαντο τὰς ἐν αὐτοῖς κώμας, καὶ παρέθεντο εἰς ἐπισιτισμὸν εἰς παρασκευὴν πολέμου, ὅτι προσφάτως ἦν τὰ πεδία αὐτῶν τεθερισμένα. 6καὶ ἔγραψεν Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας, ὃς ἦν ἐν ταῖς ἡμέραις ἐν Ἰερουσαλήμ, τοῖς κατοικοῦσι Βαιτουλουὰ καὶ Βαιτομαισθάιμ, ἥ ἐστιν ἀπέναντι Ἐσρηλὼν κατὰ πρόσωπον τοῦ πεδίου τοῦ πλησίον Δωθάειμ, 7λέγων διακατασχεῖν τὰς ἀναβάσεις τῆς ὀρινῆς, ὅτι δι᾽ αὐτῶν ἦν ἡ εἴσοδος εἰς τὴν Ἰουδαίαν· καὶ ἦν εὐχερῶς διακωλῦσαι αὐτοὺς προσβαίνοντας, στενῆς τῆς προσβάσεως οὔσης, ἐπ᾽ ἄνδρας τοὺς πάντας δύο. 8καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καθὰ συνέταξεν αὐτοῖς Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία παντὸς δήμου Ἰσραὴλ οἳ ἐκάθηντο ἐν Ἰερουσαλήμ. 9Καὶ ἀνεβόησαν πᾶς ἀνὴρ Ἰσραὴλ πρὸς τὸν θεὸν ἐν ἐκτενείᾳ μεγάλῃ, καὶ ἐταπεινοῦσαν τὰς ψυχὰς αὐτῶν ἐν ἐκτενείᾳ μεγάλῃ, 10αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ νήπια αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· καὶ πᾶς πάροικος ἢ μισθωτὸς καὶ ἀργυρώνητος αὐτῶν ἐπέθεντο σάκκους ἐπὶ τὰς ὀσφύας αὐτῶν. 11καὶ πᾶς ἀνὴρ Ἰσραὴλ καὶ γυνὴ καὶ παιδία, οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ, ἔπεσον κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐσποδώσαντο τὰς κεφαλὰς αὐτῶν, καὶ ἐξέτειναν τοὺς σάκκους αὐτῶν κατὰ πρόσωπον Κυρίου, 12καὶ τὸ θυσιαστήριον σάκκῳ περιέβαλλον· καὶ ἐβόησαν πρὸς τὸν θεὸν Ἰσραὴλ ὁμοθυμαδὸν ἐκτενῶς, τοῦ μὴ δοῦναι εἰς διαρπαγὴν τὰ νήπια αὐτῶν καὶ τὰς γυναῖκας εἰς προνομὴν καὶ τὰς πόλεις τῆς κληρονομίας αὐτῶν εἰς ἀφανισμὸν καὶ τὰ ἅγια εἰς βεβήλωσιν καὶ ὀνειδισμόν, ἐπίχαρμα τοῖς ἔθνεσιν. 13καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς αὐτῶν καὶ ἐσεῖδεν τὴν θλίψιν αὐτῶν· καὶ ἦν ὁ λαὸς νηστεύων ἡμέρας πλείους ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ κατὰ πρόσωπον τῶν ἁγίων Κυρίου Παντοκράτορος. 14καὶ Ἰωακεὶμ ὁ ἱερεὺς ὁ μέγας καὶ πάντες οἱ παρεστηκότες ἐνώπιον Κυρίου ἱερεῖς, καὶ οἱ λειτουργοῦντες Κυρίῳ, σάκκους περιεζωσμένοι τὰς ὀσφύας αὐτῶν προσέφερον τὴν ὁλοκαύτωσιν τοῦ ἐνδελεχισμοῦ καὶ τὰς εὐχὰς καὶ τὰ ἑκούσια δόματα τοῦ λαοῦ, 15καὶ ἦν σποδὸς ἐπὶ τὰς κιδάρεις αὐτῶν· καὶ ἐβόων πρὸς Κύριον ἐκ πάσης δυνάμεως, εἰς ἀγαθὸν ἐπισκέψασθαι πᾶν οἶκον Ἰσραήλ.

Batas Harian Tercapai

Tingkatkan paket Anda untuk terus menggunakan fitur AI dengan batas harian yang lebih tinggi.

Bandingkan semua paket →